Ancient Greek · ~3 min
Book 2
Philodemus, Volumina Rhetorica 2.42
Not analysed yet
καὶ τεχνίτην δρα πέτην καὶ κόλακα καὶ ὠμοφάγον καλοῦσι καὶ πολλοὺς ἄλλους, ὅτι παρατετήρηκε τούτων ἕκαστος, ἃ ποιεῖν προτέθειται, καὶ ἀποτεύγματά τινα καὶ ἐπιτεύγματα. Οὐ μὴν ἐγὼ μὲν τὴν συνήθειαν οὔ φημι κυρίως ταῦτα καὶ τὰ τοιαῦτα τέχνας καλεῖν ἀλλὰ τὰ προσφερόμενα τὸ μεθοδικόν, ὅ προχειρότατα κατὰ τὴν τῆς τέχνης ἀναφώνησιν ὑποπίπτει καὶ ὑπὸ τὴν τῆς ἐπιστήμης, ὅταν ταὐτὸ ἐπιφέρηται τῆι τέχνηι καὶ κατὰ ταὐτὸ εἶδος, ἅ τις ἀπλῶς λέγων ποιεῖ διαφορωτάτας ἐν τῶι βίωι τέχνας (τις) προσαγορεύειν· ὥστε καὶ τὴν σύμπασαν παρατήρησιν τῶν ἐν ἑκάσταις χώραις ἔργων ἀτόπων ἢ πράξεων ἢ τι τῶν ἄλλων, ἃ χρήσιμα πολλὰ καὶ νὴ τὸν Διʼ ἀγνοηθέντα γείνεται, πάντα πληροῦν ἐπιστημῶν καὶ μηδὲν ἄτεχνον ἀπολείπειν ἕνεκα γʼ ἡμῶν μὴ κωλυέσθω. Φεύγοντες γὰρ ἅπασαν οὐ πραγματικὴν ἀμφισβήτησιν μεταληψόμεθα τὰς ὀνομασίας, καὶ ταύτας,