Ancient Greek · ~3 min
Book 2
Philodemus, Volumina Rhetorica 2.43
Not analysed yet
ἃς νῦν φαμεν εἶναι τέχνας, τὸ τοιοῦτʼ ἔχειν εἶδος ἐροῦμεν, οἷον ἡ γραμματικὴ καὶ πλαστική, ταύτας δʼ, ἃς οὐ τέχνας, τὰς ἐστερημένας τοῦ τοιούτου, παρατηρητικὸν δοκεῖν εἶδος, ὃ οὐ κυρίως ἐνηριθμήσαμεν ἀλλὰ παραπλήσιον ὑπεμνήσαμεν. Αὐταῖς δʼ εἴδη τοιαῦτα καὶ ταῖς ῥητορικαῖς ἐναρμόττοντες τὴν μὲν σοφιστικὴν τέχνην ἀποφαινόμεθα, τὴν δὲ πολιτικὴν οὐ τέχνην· ἂν δὲ συναναγκάσηι τις ἡμᾶς προφέρεσθαι τὰς ὀνομασίας, τὴν μέν, ὥσπερ εἰρήκαμεν, ἰδιώματι κεχαράχθαι φήσομεν, τὴν δʼ οὐ φήσομεν, καὶ πρὸς ταῦτα τοὺς ἀντιλέγοντας ἀπαντᾶν ἀξιώσομεν καὶ ὡς κατεχρησάμεθα. Ἀλλὰ νῦν ἐπʼ ἐκεῖνο βαδίζωμεν, ὅτι „τέχνην οὐχ ἡμεῖς λέγομεν τὴν σοφιστικήν, οἱ δὲ τὴν αἵρεσιν κτίσαντες ἡμῶν ἀντιφωνοῦσιν, καὶ τὴν πολιτικὴν ἱστορίαν τινὰ καὶ παρατήρησιν συνησκημένην, οὐχ ἡμεῖς“. Ἀλλὰ κἀκεῖνο παραθήσομαι, ὅπου καὶ διʼ ὧν ἔφασκεν