Ancient Greek · ~3 min
Book 2
Philodemus, Volumina Rhetorica 2.50
Not analysed yet
ποιήματος συγγεγραφότων ἄλλα τε παρίστησι πολλὰ καὶ δοξάζει καὶ ταῦτα· „Ἕως γὰρ ἄν τις ἐνεχθῆι πίστις περὶ τῆς τῶν ῥητορικῶν τέχνης, κακῶς ῥηθήσεσθαι τὸ ἐκ ταύτης ῥήτορας συντελεῖσθαι, Ἔπειτα προσφέρεται ,,τὸν Καλλίστρατον καὶ ἄλλους τοιούτους εἰπεῖν μὲν ἐν πλήθει περὶ τῶν πλήθει χρησίμων ἱκανῶς, τὴν δὲ Θρασυμάχου τέχνην ἢ ἄλλου ὁτουδήποτʼ αὐτῶν οὐ μαθόντας, καὶ καλῶς ἐπιστάτας καὶ κριτὰς καταστῆσαι πόλιν ἑκάστην τοὺς τοιούτους“. Ἄλλως δὲ κατὰ τοὐναντίον ὑπάγει παραδεικνύων ,,Θρασύμαχονκαὶ ἄλλους οὐκ ὀλίγους τῶν δοκούντων τὰς τοιαύτας ἔχειν λόγων πολιτικῶν ἢ ῥητορικῶν τέχνας οὐθέν, ὧν φασιν ἔχειν τὰς τέχνας, συντελοῦντας· τοῦτο δʼ ἀνοήτως τίθεται, ὡς ἄλλου μὲν ὄν λόγον ἔχειν καὶ σύστημα, πῶς ἂν καὶ ἐκ τίνων γίνοιτο καλλίστη ῥητορεία, ἄλλου δὲ τὸ καλῶς