Ancient Greek · ~3 min
Book 2
Philodemus, Volumina Rhetorica 2.6
Not analysed yet
νᾶς, ἐπανγέλλεται τὸ τέλος διὰ παντὸς ποιήσειν· οὔτε γὰρ ἰατρὸς οὔτε κυβερνήτης οὔτε τοξότης οὔτε ἀπλῶς, ὅσοι τὰς ἐπιστήμας οὐ παγίους ἔχουσιν ἀλλὰ στοχαστικάς· ὥστʼ ἢ καὶ ταύτας οὐ ῥητέον εἶναι τέχνας ἢ καὶ τὴν ῥητορικήν. Ἐπαγγέλλεταί τε καὶ ὁ ῥήτωρ τὸ τέλος ποιήσειν· ἔστι δʼ αὐτοῦ τὸ τέλος, ὅ φέρει τῶν πραγμάτων ἡ φύσις, οὔτε διὰ παντὸς κείμενον οὐδὲ μὰ Δία κατὰ τὸ πλεῖστον, ἀλλὰ πολὺ μᾶλλον τῶν μὴ ῥητόρων τὸ ἔργον ποιεῖ. „Πᾶς τεχνίτης πολὺ πρότερον ἑαυτῶι περιποιεῖ τὸ τῆς τέχνης ἔργον, ῥήτορος δὲ τὴν τέχνην εἶχον καὶ οἱ ἀρχαιότατοι τῶν συνηγόρων. “Διὰ τούτων μὲν τῶν λόγων καὶ τὴν ἰατρικὴν ἐκ τῶν τεχνῶν ἐκβάλωμεν, εἰ πρὸ τῆς Ἀσκληπιοῦ τις ἄλλους παρίσταται εὖ θεραπεύσαντας. „Ὅ τε ῥήτωρ οὐδὲ ἀτεχνίαν ἄλλοις ἐγχειρίζει, διὰ δὲ ἀγωνιῶν τὴν οὐδʼ ἐῶσαν τἀκόλουθον βλέ