Ancient Greek · ~3 min
Book 2
Philodemus, Volumina Rhetorica 2.51
Not analysed yet
ῥητορεύειν“. Καὶ μικρὸν προβάς πως μαρτυρεῖ τὸ „μηδένα πώποτε γενέσθαι ποητὴν ἐν τοσούτοις ἢ ῥήτορα ἱκανὸν ἀπό γε τῶν τεχνολογιῶν τῶν|ωνενηιειστενο τι| ῥητορικὴν δὲ δύνα| μιν γουσιν ως |εες ης τῆι τ |αυι φωι. ο |. ησαναυτραι ἀλλὰ πᾶν ἐχούσης τοῦτο τῆι ἐν διανοίαι γυμνασίαι καὶ διδαχῆι· “καὶ μετὰ μικρόν· „ὁ προτεθειμένος λέγειν ἐν ὄχλωι καὶ ποητὴς εἶναι θηρεύσει οὐ τὸν ἀπὸ τῶν ἐπαγγελμάτων τὸ ἐφεξῆς τοῦ ἀκολούθου τοῖς τοιούτοις ἐπαγγέλμασιν οὐ δυνάμενον ὁρᾶν ἀλλʼ εἰς ἔργον ἀποβλέπων καὶ αὐτὸς τὸ ἔργον συντελῶν τῆς τούτου τέχνης ὄψεται, μήπου τινιʼ αὐτὸν διαφεύγηι, διʼ ὧν ἂν βελτείων γίνοιτο ῥήτωρ ἢ ποητής“. Ἃ μὲν οὖν ἔχομεν ἐκ τῆς πραγματείας παραθέσθαι, τοιαῦτʼ ἐστίν, ἐκπεφευγότα καὶ τὴν καταχρηστικὴν ὑπάκουσιν καὶ τὴν ὡς