Ancient Greek · ~3 min
Book 2
Philodemus, Volumina Rhetorica 2.52
Not analysed yet
περὶ τῶν σοφιστικῶν παραγγελμάτων ὄντος τοῦ λόγου, αἳ δὴ τέχναι καὶ αὐταὶ ὁμωνύμως λέγονται, καθάπερ εἴσεται πᾶς ὁ μετὰ συνέσεως καὶ τούτοις μέν, οἷς παρεθέμεθα, προσεσχηκώς, μᾶλλον δʼ ὁ τὰς συνόλας γραφὰς τῶν ἀνδρῶν ἀνειληφώς. Ἔνιοι δὲ τῶν νῦν ἐν τῆι Ῥόδωι διατριβόντων γράφουσιν ἐν τῇ Κῶι καὶ πάλιν ἐν τῇ Ῥόδωι σχολαζόντων αὐτῶν ὑπὲρ τοῦ μὴ εἶναι τὴν ῥητορικὴν τέχνην, ἐν ἑκατέραι τῶν πόλεων ἀρτίως τινὰς ἄραντας Ἀθήνηθεν λέγειν, ὡς διαφώνως ἵστανται πρὸς τοὺς ἄνδρας, εὐδοκούμενοι περὶ τοῦ τέχνην αὐτὴν μὴ ὑπάρχειν· καὶ τὸν μὲν ἐν τῆι Κῶι διερωτώμενον, ποῦ διασαφεῖται τοῦτο, φάσκειν τότε μὲν ἐν τῶι Συμποσίωι, τότε δʼ ἐν τοῖς Περὶ βίων· τὸν δʼ ἕτερον, ὅπου μέν, οὐκ ἔχειν εἰπεῖν, εἰδέναι δʼ ἔχοντας τὴν κρίσιν ταύτην ὑπὲρ τοῦ σοφιστικοῦ μέρους τοὺς ἐν ἄστει σχολάζοντας·