Ancient Greek · ~3 min
Book 2
Philodemus, Volumina Rhetorica 2.53
Not analysed yet
ταὐτὰ δὲ ταῦτα καὶ. ἐν τῇ Ῥόδωι κεκραγέναι τινά, τῶν ἐκ τῆς Ἀττικῆς πάλιν παρόντων, καὶ κελεύειν μὴ φθονεῖν τοῖς ῥήτορσιν, εἰ τέχνην ἔχουσιν. δʼ αἰνιττόμενος οὗτος ἐν Ἀθήναις διατρίβειν καὶ τὴν κρίσιν κτᾶσθαι ταύτην ὁ παρʼ ἡμῶν ἐστιν Ζήνων, πρὸς ὅν καὶ τοῦτο ἀντιγράψαι οὐ γράψαντα περὶ τούτων οὐδὲ ἐνέστηκε τὰνθρώπωι. Πλὴν ποικίλως αὐτὸς ἀναστρεφόμενος ἐν τῆι πραγματείαι φησὶ περὶ μὲν τοῦ τέχνην εἶναι τὴν ῥητορικὴν μηδʼ ἴχνος εὑρηκέναι, περὶ δὲ τοῦ μηδὲν μέρος αὐτῆς τεχνικὸν ὑπάρχειν ἀμύθητα ὅσα, καὶ τούτων ἐπαγγέλλεται ποιήσασθαι τὴν συναγωγήν. Ὅσα μὲν οὖν ἡμῖν ἁμαρτάνειν δοκεῖ κατὰ τὴν ἀντιγραφὴν ὁ φιλόσοφος οὗτος, οὐκ ὀκνήσομεν κατὰ διάληψιν ἀναγράψαι καὶ συνδιαπορῆσαι τοῖς ἡμῶν τε κἀκείνου