Ancient Greek · ~3 min
Book 2
Philodemus, Volumina Rhetorica 2.54
Not analysed yet
φίλοις κοινοῖς. Ἐπὶ δὲ τοῦ παρόντος αὐτῶν πιμνησθησόμεθα τῶν δοξάντων ἂν εἰς τὴν παροῦσαν σκέψιν. συντείνειν, οὐ προσκαρτερητικῶς —οὐδὲ γὰρ μὰ τὸν Κύνα δεῖται, καθάπερ ἐμαυτὸν ἐγὼ πείθω, συνανατάσεως αὐτά —ἀλλὰ στοχαστικῶς, αὐτάρκως δὲ πρὸς διακοπήν. Ἐκ τιθεὶς τοίνυν, διʼ ὧν ὁ λόγος αὐτῶι προελεύσεται κεφαλαίων ὁ τὸ προκείμενον ἀποδεικνύων „δοκεῖν αὐτῶι“ φησιν „τοὺς περὶ τὸν Ἐπίκουρον καὶ τὸν Μητρόδωρον μήτε τὸ πολιτικὸν μήτε τὸ δικανικὸν μήτε τὸ πανηγυρικὸν μέρος τῆς ῥητορικῆς ἔντεχνον ἀπολείπειν, ἀλλὰ τὸ μὲν πολιτικὸν καὶ δικανικὸν μελέτης καὶ τριβῆς φάσκεν προσδεῖσθαι καί τινος ἐμπειρικῆς ἱστορίας, τὸ δὲ πανηγυρικὸν ἐμ μελέτηι καὶ τριβῆι λέγειν κεῖσθαι καὶ συνηθείαι τινὸς φράσεως χωρὶς πραγματικῆς ἱστορίας· πρὸς δὲ τούτοις δοκεῖν αὐτῶι κατὰ τοὺς ἄνδρας οὐ δύνασθαι συστῆναι τέχνην