Ancient Greek · ~3 min
Book 2
Philodemus, Volumina Rhetorica 2.55
Not analysed yet
καθάπαξ πειστικήν· ἀρέσκειν δὲ καὶ τὴν προειρημένην μελέτην καὶ τριβὴν καὶ ἐμπειρίαν μήτε διὰ παντὸς πείθειν μήτε πλεοναζόντως, καὶ διότι τοὺς οὐ ῥητορικοὺς λόγους συμβέβηκεν ἐνίοτε πείθειν μᾶλλον τῶν ῥητορικῶν ἢ οὐχ ἧττον ἤπερ οἱ ῥητορικοί, καὶ μετὰ τούτων ὅτι τοῖς θορύβοις ἧττον οἱ πανηγυρικοὶ περιπίπτουσι τῶν τεχνολογίας ῥρητορικικῆς ἐγνωκότων οὐδὲ τὸ παράγγελμα· γινώσκειν δὲ καὶ τέχνας τινὰς καταβεβλημένας τοὺς περὶ τὸν Ἐπίκουρον καὶ διὰ τοῦτο προσαγορεύειν μὲν ῥητορικῶν τέχνας καὶ πραγματείας καὶ λόγων ἰδέας, οὐ συνκατατίθεσθαι δʼ, ὅτι καὶ τοῦ τέλους τυγχάνουσι κατὰ τὴν τέχνης καὶ ἐπιστήμης ἰδέαν· κ το ο καὶ πρὸς ι α|γ αιτ τα|π κα υτα δι|α αβαλ ν|των αεωσ σ.