Ancient Greek · ~3 min
Book 2
Philodemus, Volumina Rhetorica 2.56
Not analysed yet
ται, βραχέως εἴρηται, τί νομίζουσι· κἂν ἔχηι τις καθʼ ὑπόθεσιν διὰ παντὸς πείθουσαν τοὺς πολλοὺς δύναμιν, οὐκ ἀγαθῶν ἀλλὰ κακῶν μεγάλων αἰτίαν εἶναι ταύτην· . Καὶ τούτων ἕκαστον κατασκευάσας, ὡς νομίζει, ποικίλως οἴεται κατʼ ἄκρας ἀποδεδειχέναι τὸ παρʼ Ἐπίκουρον ἵστασθαι τοὺς ἢ πᾶσαν τὴν ῥητορικὴν ἢ μέρος αὐτῆς ἔντεχνον ἀποφαινομένους. Ἐγὼ δʼ ἀμέλει καὶ τῶν ἀκουστῶν μὲν ἄγαμαι τοῦ σχολάζοντος Ἀθήνησιν ἀνδρός, ὧν ὁ μὲν ἐν τῶι Συμποσίωι τοῦτο περὶ τῆς ῥητορικῆς ἔφη συγγεγράφθαι, πιστεύει δʼ εἰκῇ τοῖς λέγουσιν, ἐξὸν ἴσως φιλοσόφοις περὶ φιλοσόφων πιστεύειν, ὁ δʼ οὐκ ἔφη γινώσκειν, ὅπου λέγουσιν οἱ περὶ τὸν Ἐπίκουρον. Οὔκουν ἐπιμελεῖς ἦσαν, ὧν ἂν διακούσωσιν, οί μαθηταὶ ἢ κριταὶ μᾶλλον τοῦ Ῥυδίου τοῦ μέχρι τῆς