Ancient Greek · ~3 min
Book 2
Philodemus, Volumina Rhetorica 2.57
Not analysed yet
τήμερον ἡμέρας γράφοντος, μὴ δύνασθαι παρά τινος ἀκοῦσαι, ποῦ λέγεται· κατακειμένης δὲ τῆς φιλοπευστίας καὶ τῆς ἀνατάσεως τῆς περὶ τούτων τῶν τόπων ἐξῆν πρὸς τοὺς Εἰκάσιν τοιαῦτα δὴ ἀναδιδόντας ἢ καθʼ ἡμέραν σχολάζοντας βῆναι, ἐκείνων ἀεί τινι συνβαλοῦντας τῶν ἀδιαλείπτως ἐκ διατριβῆς τῆς Ζήνωνος ὁρμωμένων ζῶντος οὐκ ἐμ Πέρσαις ἀλλʼ Ἀθήνησιν. Οὐ μὴν ἀλλʼ ἵνα τῆς πολλῆς καὶ παρὰ πολλῶν αὐτοὺς ἀναπαύσωμεν ἐρεύνης καὶ ἐρωτήσεως, οὐκ ἐν τῶι Συμποσίωι λέγομεν οὐδʼ ἐν τοῖς Περὶ βίων οὐδὲ κελεύομεν αὐτοὺς ψῆφον ἐμ πελάγει ζητεῖν, ἀλλʼ ὅπου φαμὲν καὶ διʼ ὧν φαμεν δηλοῦσθαι τὸ τὴν σοφιστικὴν ῥητορικὴν τέχνην ὑπάρχειν, παρατεθείκαμεν, ἃ κἂν δεικνύηται μὴ κυροῦντα τὴν ἡμετέραν κρίσιν, ἀλλὰ