Ancient Greek · ~3 min
Book 2
Philodemus, Volumina Rhetorica 2.58
Not analysed yet
χρείαν γʼ ἕξει λόγου τυχεῖν, καὶ πᾶσιν τοῖς καθʼ ἡμᾶς φιλοσοφοῦσι καὶ τὰς χώρας ὑποδείκνυμεν αὐτῶν, καὶ διότι τέχνην τὴν σοφιστικὴν καλουμένην ῥητορικὴν λέγομεν, οὐχὶ τῆς ῥητορικῆς μέρος· οὐ γὰρ ἔστιν τῆς ῥητορικῆς μέρος τὸ πανηγυρικὸν καὶ τὸ πολιτικὸν καὶ τὸ δικανικόν, ὃν τρόπον αὐτὸς οἴεται κατὰ τὴν ἅπασαν γραφήν, ὥσπερ οὐδὲ τοῦ κυνὸς μέρος τὸ θαλάττιον ζῶιον καὶ τὸ χερσαῖον. Τοίγαρ οἰόμενοι οὕτω ῥᾶιστα διασαφεῖσθαι τοὺς περὶ τὸν Ἐπίκουρον ἡμῶν οὐ διαφερομένους ἐν τῶι πρὸ τούτου τὸν Μητρόδωρον διαλεγόμενον παρεθήκαμεν. Χαριζόμεθα δὲ τἀνδρὶ τὸ πλῆθος τῶν κεφαλαίων, διʼ ὧν ὡς ἐλέγχων περιίσταται τὴν δόξαν ἡμῶν· οὐδʼ ἂν ἐμνήσθημεν μὰ τοὺς θεοὺς αὐτῶν —τί γὰρ ἔμελλον, οὔτʼ ἐγδοθείσης κατʼ αὐτῶν γραφῆς τῆς τε πρὸς αὐτοὺς ὑπομνηματικῆς οὔσης; —ἀλλʼ ἵνʼ ἐγδηλῶμεν, ὡς ἔνιοι θαύματα ποιοῦσιν