Ancient Greek · ~3 min
Book 2
Philodemus, Volumina Rhetorica 2.7
Not analysed yet
πειν ἕξιν. “Ὥστε ῥητέον μηδὲ τριβὴν καὶ ἱστορίαν εἶναι τὴν ῥητορικήν· περιεποίουν γὰρ ἂν τὸ διὰ τῆς τριβῆς πολὺ πρότερον ἑαυτοῖς. „Πρὸ τοῦ καταβληθῆναι τὰς τέχνας βέλτειον ἐρητόρευον, ἐφʼ οἷς δὲ συνέστησαν, χεῖρον. “Ἄγαν μὲν τοῦτό τις ἂν εἴποι πρόχειρον· οἱ γὰρ μετὰ Δημοσθένην πολὺ ἧττον ἤδη καταβεβλημένων τῶν τεχνῶν ἔλεγον. Οὐ μὴν ἀλλὰ τῆς ῥητορικῆς οὐ πάνυ οὔσης τέχνης, προσδεομένης δὲ τριβῆς πολλῆς καὶ τοῦ πλείστου διὰ φύσεως καὶ ἀσκήσεως δυναμένης μετασχεῖν, πῶς διὰ τοῦτʼ ἀνάγκη, καὶ νῦν περισῴζεσθαι, ἤτοι θαυμαστόν, εἰ πρότερον μὲν ἐγένοντο μεγαλοφυεῖς καὶ φιλόσοφοι, μετὰ δὲ τὰς εὑρέσεις τῶν τεχνολογιῶν οἱ τοιοῦτοι; τούτωι γὰρ τῶι τρόπωι καὶ τὴν ποιητικὴν καὶ τὴν ἰατρικὴν καὶ πολλὰς ἄλλας οὐκ εἶναι τέχνας λέγωμεν· καὶ καθʼ