Ancient Greek · ~3 min
Book 2
Philodemus, Volumina Rhetorica 2.8
Not analysed yet
ἡμᾶς δὲ φήσαι τις ἂν ἀγαθοὺς εἶναι ῥήτορας ἀλλʼ οὐχὶ μόνον ἐν τοῖς πάλαι καιροῖς· τό τε τοὺς σοφιστὰς μὲν διαπρέπειν πρὸ τῶν τεχνολογιῶν οὐ δείκνυσιν, ἀλλʼ ὑπὸ πολιτικῶν εἰσῆχθαι τὰς τέχνας, οὐχ ὑπὸ τῶν ἀνιστορήτων φήσει τις, ἄλλας δὲ εἶναι γραφαῖς οὐ περιειλημμένας ὥσπερ οὐδʼ ἐν πολλοῖς ἔθνεσιν τῶν βαρβάρων. Νῦν δʼ ἐπεὶ πρὸς ἅπαντας τοὺς λόγους ἀποχρώντως διειλέγμεθα τοὺς ἠρωτημένους ὑπὲρ τοῦ μὴ εἶναι τὴν ῥητορικὴν τέχνην, ἑξῆς ἀποψόμεθα ταχέως καὶ τοὺς ὑπὲρ τοῦ τέχνην αὐτὴν εἶναι προφερομένους, οἷς καὶ αὐτῶν οἵ γε πλείους μὴ πᾶσι τελέως συστοιχοῦσιν, ἐχοντα. μ νουτων πρὸς τοὺς παραλελο γισμένους τῶν χαρακτήρων τοῖς. Οὐ μὴν ἀλλὰ τοιαύτης προκειμένης τῆς τῶν πολλῶν λογισμῶν πλάνης καὶ τοῦ παραλογισμοῦ τῶν