Ancient Greek · ~2 min
ΦΙΛΟΔΗΜΟΥ ΠΕΡΙ ΡΗΤΟΡΙΚΗΣ ΥΠΟΜΝΗΜΑΤΩΝ Α.
Philodemus, Volumina Rhetorica 2a
Not analysed yet
ἄσκησιν, αἱ δʼ οὐδʼ ὅλως ἔχουσιν χρείαν συνασκήσεως, ἀλλὰ φύσεως ὁμοειδοῦς ἀξιολόγως ἐπιθλιβομένης τὸ πλεῖστον διʼ ἑαυτῶν συντελοῦσιν. Αἱ δʼ οὐ φύσεως ἀλλὰ τριβῆς μόνον δεηθεῖσαι μεθοδικῶς τἆλλα δημιουργοῦσιν. Ἔτι τινῶν μὲν τεχνῶν ἔργα πείπτει τῶν γε κατὰ μέρος καὶ ἀξιόλογά γε οὐ μόνον εἰς τοὺς τεχνείτας ἀλλὰ καὶ εἰς τοὺς ἀνεπιστήμονας, τινῶν δʼ οὐδὲ ἓν ἔργον εἰς τοὺς ἀτέχνους πείπτει.