Ancient Greek · ~1 min
ΦΙΛΟΔΗΜΟΥ ΠΕΡΙ ΡΗΤΟΡΙΚΗΣ ΥΠΟΜΝΗΜΑΤΩΝ Α.
Philodemus, Volumina Rhetorica 4a
Not analysed yet
ἢ πρὸς τὰς κατὰ μέρος λόγων διακοπάς, ἐπιμνησθησόμεθα. Τῶν γὰρ ἐπιστημῶν αἱ μὲν τὸ πᾶν ἢ τὸ πλεῖστον ἔχουσιν ἐκ φύσεως ὀφεῖλον προϋποκεῖσθαι καὶ ἐπιγείνεσθαι διὰ συνασκήσεως ὀλίγον, αἱ δὲ διʼ ἑαυτῶν τελεσιουργοῦσιν, αἱ δὲ καί τινος προσδέονται φυσικοῦ δώρου παρὰ τῆς ἀσκήσεως οὐ περιγινομένου.