Ancient Greek · ~3 min
ΦΙΛΟΔΗΜΟΥ ΠΕΡΙ ΡΗΤΟΡΙΚΗΣ ΥΠΟΜΝΗΜΑΤΩΝ Α.
Philodemus, Volumina Rhetorica 4b
Not analysed yet
παραφερόντων. Ἐγὼ μὲν γὰρ οἶμαι, διότι, κἂν λόγωι ποτὲ πείθειν συνχωρηθῇ τινας ἰδιώτας, ἀλλʼ οὐχ, ὅτι γε βέλτειον τῶν τεχνειτῶν, ἔσται δεδειχώς, οὐδὲ κατὰ τὸ ἴδιον τοῦ λέγειν οὐδὲ πυκνὸν οὕτως ὡς ἐκεῖνοι. Πολλὰς δέ τινας εὑρήσεις τῶν ἀποδείξεων τὸ πραγματικὸν ἐκβεβηκυίας τῆς συνθέσεως χωρὶς τῶν προεπισεσημασμένων ἀδιαληψιῶν, πεπλεγμένας δὲ παρὰ τὴν ἐν ταῖς φωναῖς κοινότητα, πτῶμα φιλοσόφων ὅπερ ἐστὶν ἀπαλαιστρότατον· πολλὰς δὲ καὶ τῆι δυνάμει μὲν οὐ διαφερούσας, ἀλλʼ ὅταν περιβάλωνται χειρισμοὺς παραλλάττοντας ἢ μόνον ὑποδειγμάτων ἑτερότητας, τὸ πλούσιον τῶν χρωμένων ἐπιφαινούσας. Πολὺ δʼ ἐν τοῖς λόγοις ἄγαν ἐστὶ καὶ τὸ φατικὸν καὶ τὸ παντελῶς ἀκατάσκευον, ὃ τάχα τινὲς πεκστάντες οὐκ ἔσονται διημαρτημένοι. Διήκει δέ τις ἁμαρτία