Ancient Greek · ~3 min
ΦΙΛΟΔΗΜΟΥ ΠΕΡΙ ΡΗΤΟΡΙΚΗΣ ΥΠΟΜΝΗΜΑΤΩΝ Α.
Philodemus, Volumina Rhetorica 5
Not analysed yet
σχεδὸν διὰ τῶν πλείστων ὑπομνήσεων καὶ τοιαύτη· τὸ γὰρ μηδὲ τὴν τέχνην ὑπάρχειν ἐν τοισίδε τισὶν χρόνοις ἢ τόποις λαμβάνουσιν ἀσυκοφαντγτως, ὅταν δόξωσιν ὁπωσδήποτε παρεστακέναι τὸ μὴ διὰ γραπτῶν καταβεβλῆσθαί τινας τεχνολογίας, ὥσπερ οὐκ εὐπρόσδεκτον, ἐκπεπονῆσθαί τινας τέχνας, παρʼ οις ἀνθρώποις ἢ καθʼ οὓς καιροὺς οὐδʼ ὅλῶς γραμμαικὴν ὑπάρχειν ἢ γεγενῆσθαι συμβέβηκεν. Νομίζω δʼ ἔγωγε καὶ πάντας, εἰ δὲ μή γε, τοὺς πλείστους λόχους καὶ συνχωρουμένων τῶν λημμάτων οὐ συνάξειν, ὃ θέλουσιν οἱ κατασκευάζοντες, καὶ μάλιστα, ἐὰν ἐρωτῶνται περὶ τοῦ τὴν σοφιστικὴν ῥητορικὴν οὐκ εἶναι τέχνην, ἀλλʼ εἴπερ ἄρα τὸ μὴ περιγείνεσθαι διʼ αὐτῆς τὴν πολειτικὴν καὶ τὴν ἔμπρακτον ῥητορικήν, οὐκ, εἰ δὴ μουσικὴ τὸ γράφειν καὶ ἀναγινώσκειν οὐ περιποιεῖ, διὰ τὴν αἰτίαν ταύτην οὐδὲ ἄλλων τινῶν ἐστιν