Ancient Greek · ~3 min
ΦΙΛΟΔΗΜΟΥ ΠΕΡΙ ΡΗΤΟΡΙΚΗΣ ΥΠΟΜΝΗΜΑΤΩΝ Α.
Philodemus, Volumina Rhetorica 6
Not analysed yet
ἐπιστήμη πραγμάτων. Καὶ περὶ πολιτικῆς δὲ ἐρωτώμενοι μενοι πολλοὶ τὸ μὴ διὰ τῆς σοφιστικῆς αὐτὴν περιγείνεσθαι προσάγουσιν, ἂν εὖ βάλωσιν. Ἄξιόν τε ἐπιστῆσαι, μήποτε οὐκ ἀπιθάνως λέγῃ τις· ὥσπερ τὴν διαλεκτικὴν τέχνην ὑπάρχειν, οὐ μὴν ἀπεργάζεσθαί τι καθʼ ἑαυτήν, εἰ μὴ τοῖς ἠθικοῖς καὶ φυσικοῖς συνδεθείη λόγοις, ὃν τρόπον καὶ τῶν Στωικῶν ἔνιοι διέλαβον, οὕτω καὶ τὴν ῥητορικὴν τέχνην μὲν εἶναι, δραστήριον δʼ οὐδαμῶς τῶν ἔργων, εἰ μὴ τοῖς πολιτικοῖς πράγμασιν συμπλακείη. Τοίγαρ ἐπακτικοὺς εἶναι τοὺς πλείονας τῶν λόγων, οὐκ ἴσως λέληθεν οὐδὲ τοὺς μετρίως συνέντας. Τάχα δʼ ἴσως καὶ πλείους ἄλλοι κακιῶν χαρακτρες διήκουσι διὰ τῶν συλλογισμῶν, ἀλλʼ οὔτε πρὸς ὄνηα τὴν προσκαρτέρησιν ποιεῖσθαι δοκι