Ancient Greek · ~3 min
Dfhg-Source dfhg3_PHILOSTEPHANUS_CYRENAEUS
PHILOSTEPHANUS CYRENAEUS, Fragmenta 1
Not analysed yet
Φιλοστέφανος δ ̓ ἐν τῷ πρώτῳ Περὶ τῶν ἐν τῇ Ἀσίᾳ πόλεων οὕτως γράφει· «Λάκιον τὸν Ἀργεῖον τῶν σὺν Μόψῳ ἀφικομένων, ὃν τινὲς μὲν Λίνδιον εἶναι λέγουσιν, ἀδελφὸν δὲ Ἀντιφήμου τοῦ Γέλαν οἰκίσαντος, εἰς τὴν Φασήλιδα ὑπὸ Μόψου μετ ̓ ἀνδρῶν πεμφθέντα κατά τινα λόγον Μαντοῦς, τῆς Μόψου μητρὸς, ὅτε αἰ πρύμναι τῶν ἰδίων νηῶν συνέβαλον καὶ συνεθραύσθησαν κατὰ Χελιδονίας, τῶν μετὰ τοῦ Λακίου διὰ τὸ ὑστερεῖν αὐτῶν νυκτὸς προσβαλόντων· ἀγοράσαι δ ̓ αὐτὸν τὴν γῆν λέγεται, οὗ ἡ πόλις νῦν ἐστι, καθὰ ἡ Μαντὼ προεῖπε, παρὰ Κυλάβρα τινὸς δόντα τάριχον· τοῦτον γὰρ ἑλέσθαι λαβεῖν αὐτὸν ἀρ ̓ ὦν ἦγον. Ὅθεν κατ ̓ ἐνιαυτὸν τοὺς Φασηλίτας τῷ Κυλάβρᾳ θύειν τάριχον, τιμῶντας ὡς ἥρωα.»