Ancient Greek · ~7 min
2 to 12
PHILOSTEPHANUS CYRENAEUS, Fragmenta 2-12
Not analysed yet
Δίνδυμον δὲ, ὄρος Κυζίκου, ἱερὸν τῆς Ῥέας· διὰ τὸ διδύμους μαστοὺς ἐν αὐτῷ ἀνήκειν, ὥς φησι Φιλοστέφανος, οὕτω προσαγορευθέν. Πόλις τοῦ Πόντου ἡ Σινώπη, ὠνομασμένη ἀπὸ τῆς Ἀσωποῦ θυγατρὸς Σινώπης· ἣν ἁρπάσας ὁ Ἀπόλλων, κατὰ Φιλοστέφανον, ἀπὸ Βοιωτίας ἐκόμισεν εἰς τὸν Πόντον, καὶ μιγεὶς αὐτῇ, ἔσχε Σύρον, ἀφ ̓ οὗ οἰ Σύροι. Ἦσαν δὲ ἀστυγείτονες τῶν Δολιόνων οἱ Μάκρωνες. Οἱ δὲ ἔθνος Βεχείρων φασὶ τοὺς Μάκριας, οἵτινες ἀεὶ πολεμοῦσι τοῖς Κυζικηνοῖς· ἦσαν δὲ τὰ πολεμικὰ ἔργα ἠσκηκότες, ὡς ἱστοροῦσι Φιλοστέφανός τε καὶ Ἡρόδωρος (fr. 46), οἱ τὰ περὶ τῶν βίων αὐτῶν γεγραφότες. Ἄβιοι, ἔθνος Σκυθικὸν . . . Δίδυμος δὲ Θρᾴκιον ἔθνος φησίν· Αἰσχύλος τε Γαβίους διὰ τοῦ γ ἐν Λυομένῳ Προμηθεῖ. Ὁμοίως καὶ Φιλοστέφανός φησι καὶ ἄλλοι. Ἀτρήνη, πόλις. Φιλοστέφανός φησιν ἀπὸ Δεύσου καὶ Ἀτρῶνος καὶ Ἀτρήνης τῶν Ἄργητος τοῦ Κύκλωπος καὶ Φρυγίας νύμφης προσηγορεῖσθαι. Τὸ ἐθνικὸν Ἀτρηνεὺς καὶ Ἀτρηνίτης καὶ Ἀτρηναῖος. Βίστονες γὰρ ἔθνος Θρᾳκῶν. Ὠνομάσθη δὲ ἀπὸ Βίστονος, τοῦ Κίκονος, ὡς Φιλοστέφανος ἱστορεῖ. Βιστονὶς, λίμνη Θρᾳκική. Ἀνθάνα, πόλις Λακωνικὴ, μία τῶν ἑκατόν· κέκληται δὲ, ὡς Φιλοστέφανος, παρὰ Ἄνθην τὸν Ποσειδῶνος, ὃν Κλεομένης ὁ Λεωνίδου ἀδελφὸς σμοὺς ὧδε τηρεῖσθαι. Χάραξ Ἀνθήνην αὐτήν φησιν. Φιλοστέφανος δὲ ἐν τῷ Περὶ Κυλλήνης φησὶ Κυλλήνην καὶ Ἑλίκην θρέψαι (sc. Mercurium). Βούχετα . . . πόλις ἐστὶ τῆς Ἠπείρου, . . ἣν Φιλοστέφανος ἐν τοῖς Ἠπειρωτικοῖς ὠνομάσθαι φησὶ διὰ τὸ τὴν Θέμιν ἐπὶ βοὸς ὀχουμένην ἐκεῖσε ἐλθεῖν κατὰ τὸν Δευκαλίωνος κατακλυσμόν. Ἡ Κύπρος πρότερον Σφήκεια ἐκαλεῖτο, ὥς φησι Φιλοστέφανος ἐν τῷ Περὶ Κύπρου, ἀπὸ τῶν ἐκεῖσε ἐνοικησάντων ἀνδρῶν, οἳ ἐκαλοῦντο Σφῆκες. Ἐκλήθη δὲ ἀπὸ Κύπρου τῆς θυγατρὸς Κινύρου, ἦ τῆς Βίβλου καὶ Ἀφροδίτης, ὡς Φιλοστέφανος ἐν τῷ Περὶ νήσων καὶ Ἴστρος (fr. 39.) ἐν Ἀποικίαις Αἰγυπτίων ἱστόρησαν. Ὁ Κηφεὺς ἐξ Ἀχαίας, ὁ δὲ Πράξανδρος ἐξ Λακεδαιμονίας παρεγένοντο εἰς Κύπρον, ὥς φησι Φιλοστέφανος.