Ancient Greek · ~8 min
Dfhg-Source dfhg3_PHILOSTEPHANUS_CYRENAEUS
PHILOSTEPHANUS CYRENAEUS, Fragmenta 37
Not analysed yet
Ἀθάμας, Αἰόλου παῖς, βασιλεὺς δὲ Θηβῶν, γήμας τὴν Κάδμου παῖδα Ἰνὼ, παῖδας ἔσχε δύο, Κλέαρχον καὶ Μελικέρτην. Κατὰ Ἥρας δὲ πρόσταγμα ἀποπεμψάμενος τὴν Ἰνὼ καὶ ἐπιγήμας Νεφέλην, ἔσχεν ἐξ αὐτῆς δύο παῖδας, Ἕλλην τε καὶ Φρίξον. Μιγνύμενον δὲ αὐτὸν λάθρα τῇ Ἰνοῖ κατοπτεύσασα ἡ Νεφέλη ᾤχετο. Πάλιν δὲ τῆς οἰκίας ἐπικρατήσασα ἡ Ἰνὼ ἐπεβούλευσε τοῖς τῆς Νεφέλης παισίν. Εὑροῦσα δέ τινα μηχανὴν ἔφρυγε τὰ σπέρματα. Καὶ δὴ πολλῆς οὔσης ἀκαρπίας ἐν τῇ χώρᾳ, ἔπεμπεν ὁ Ἀθάμας εἰς Πυθὼ θεοπρόπους. Ἡ δὲ Ἰνὼ συνέπεισε τούτους τεχνήσασά τινα χρησμὸν κατὰ τοῦ Φρίξου, ὡς θῦμα τῆς αὐτοῦ γονῆς προσενεγκὼν ἀπαλλαγήσεται τοῦ δεινοῦ. Πυθόμενος οὖν παρὰ τῶν θεοπρόπων ὁ Ἀθάμας τὸ λόγιον, μεταπέμπεται ἐκ τῶν ἀγρῶν τὸν Φρίξον. Πρόφασιν δὲ αὐτὸν ἐκέλευσεν ἄγειν ὅ τι κάλλιστον πρόβατον ἐν τοῖς θρέμμασιν εἰς ἱερουργίαν ὑπάρχει. Μυθολογεῖται δὲ παραγιγνομένῳ τῷ Φρίξῳ μετὰ τῆς ἀδελφῆς, κατά τινος δαίμονος ἐπιφάνειαν, ἀνθρωπίνῃ φωνῇ λαλῆσαι τὸν κριὸν, καὶ πᾶσαν αὐτῷ τὴν ἐπιβουλὴν ἀναγγεῖλαι, κελεῦσαί τε αὐτῷ, μετὰ τῆς ἀδελφῆς ἐπικαθίσαι τῷ νώτῳ, ὅπως τὸν ἐπικείμενον κίνδυνον ἐκφυγεῖν δυνηθῶσιν. Οὗ καὶ γενομένου, λέγεται τὸν κριὸν μετὰ πολλῆς βίας διὰ μέσου τοῦ ἀέρος ποιήσασθαι τὴν πορείαν. Τὴν δὲ Ἕλλην μὴ δυναμένην ἀντέχειν, καταπεσεῖν εἰς τὸ ὑποκείμενον πέλαγος, προσαγορευθῆναι δὲ τοῦτο, διὰ τὴν προειρημένην, Ἑλλήσποντον. Τὸν δὲ κριὸν κομίσαντα εἰς Κόλχους ἐκ τοῦ Πόντου τὸν Φρίξον τελευτῆσαι. Ἐπὶ τοῦτο λέγεται τὸ δέρας καὶ τοὺς Ἀργοναύτας ἀποσταλῆναι μετὰ τοῦ Ἰάσονος. Τὸν δὲ Ἀθάμαντά φασι μαθόντα ἕκαστα τῶν συντεθέντων ὑπὸ τῆς Ἰνοῦς, μὴ φείσασθαι μηδὲ τῶν ἐξ αὐτοῦ γενομένων αὐτῇ παίδων, καὶ αὐτοχειρίᾳ μὲν ἀποκτεῖναι Κλέαρχον, ἐπιδιῶξαι δὲ μετὰ ξίφους καὶ τὴν Ἰνώ. Τὴν δὲ καταλαμβανομένην, σωτηρίαν ἐπισπάσασθαι ἑαυτῇ τε καὶ τῷ υἱεῖ, ῥίψασαν ἑαυτὴν εἰς τὴν θάλασσαν, καὶ τυχεῖν ἐκ τῶν θεῶν τῶν ἐναλίων τιμῶν· ὕστερον δὲ καὶ προσαγορευθῆναι αὐτὴν, διὰ τὸν ἐκ τῆς θαλάσσης ἀφρὸν Λευκοθέαν, τὸν δὲ Μελικέρτην Παλαίμονα· εἶναι δὲ αὐτὸν σωτῆρα τῶν πέλαγος πλεόντων ἀνθρώπων. Ἡ ἱστορία παρὰ τῷ Φιλοστεφάνῳ.