Ancient Greek · ~2 min
Dfhg-Source dfhg3_PHILOSTEPHANUS_CYRENAEUS
PHILOSTEPHANUS CYRENAEUS, Fragmenta 36
Not analysed yet
Μετὰ τὴν τῆς Πασιφάης πρὸς τὸν ταῦρον μίξιν Δαίδαλος εὐλαβούμενος τὴν Μίνωος δργὴν, πτερωτὸς σὺν Ἰκάρῳ τῷ υἱεῖ ἐφέρετο· καταπεσόντος δὲ τοῦ παιδὸς τὸ ὑποκείμενον πέλαγος Ἰκάριον μετωνομάσθη. Ὁ μέντοι Δαίδαλος διαπτὰς εἰς Κάμινον τῆς Σικελίας καὶ τὸν υἱὸν αὐτοῦ ἐκδεχόμενος ἔμεινε παρὰ ταῖς Κωκάλου θυγατράσιν, ὑφ ̓ ὧν ὁ Μίνως, ἥκων ἐπ ̓ ἀναζήτησιν τοῦ Δαιδάλου, ἀποθνήσκει καταχυθέντος αὐτοῦ ξεστοῦ ὕδατος. Ἱστορεῖ Φιλοστέφανος καὶ Καλλίμαχος ἐν Αἰτίοις.