Ancient Greek · ~4 min
EK ΤΩΝ ΕΚΚΛΗΣΙΑΣΤΙΚΩΝ ΙΣΤΟΡΙΩΝ
Philostorgius, Historia ecclesiastica (fragmenta ap. Photium) 1
Not analysed yet
1. Ὄτι τῶν Μακκαβαϊκῶν φησι τὸν συγγραφέα ὂστις ποτέ ἐστιν Phot. ἀφνοεῖν. πλὴν τὸ μὲν πρῶτον βιβλίον ἀποδοχῆς ἀξιοῖ, συνᾀδοντα δινγούμενον ταῖς τοῦ Δανιὴλ προφητείαις, καὶ ὅτι λίαν προμηθῶς διέξεισιν ὅπως τε ἀνδρῶν μοχθηρία τὰ Ἰουδαίων ἤλασεν ἐπ' ἔσχατον κακῶν, ὅπως τε πάλιν ἀνδρῶν ἀνήνεγκεν ἀρετή, καὶ τότε κατὰ τῶν πολεμίων ἐπανείλοντο κράτος καὶ ὁ νεὼς τῶν Ἑλληνικῶν ἀνεκαθάρθη μολυσμάτων. τὸ δεύτερον δὲ μὴ τὸν αὐτὸν μέν φησι ἐνδείκνθσθαι συγγραφέα· σύνοψιν δὲ εἶναι τῶν ὑπὸ Ἰάσονος τοῦ Κυρηναίου ἐν πέντε λόγοις ἀναγεγηραμμένων ἂ τὸν πόλεμον ἀπαγγέλλει ὂν Ἰούδας ὁ Μακκαβαῖος πρὸς Ἀντίοχόν τε τὸν ἐπιφανῆ καὶ τὸν αὐτοῦ παῖδα τὸν ἐπίκλην Εὐπάτορα διεπολέμησεν. τὸ δὲ τρίτον ἀποδοκιμάζει, τερατῶδες καλῶν καὶ οὐδὲν ὅμοιον τῷ πρώτῳ διεξερχόμενον. τὸ μέντοι γε τέταρτον ὑπὸ Ἰωσήπου γεγράφθαι καὶ αὐτὸς συνομολογῶν, οὐχ ἱστορίαν μᾶλλον ἤ ἐγκώμιον εἶναί φησι, τὰ περὶ τὸν Ἐλεάζαρου καὶ τοὺς παῖδας παῖδας τοὺς Μακκαβαίους διηγούμενον.