Ancient Greek
2 to 4
Philostorgius, Historia ecclesiastica (fragmenta ap. Photium) 2-4
Not analysed yet
2. Ὂτι τά τε ἄλλα καὶ ὂσα πρὸς ἱστορίας ἥκει λόγον ὁ Θιλοστόργιος τὸν Παμφίλου Εύσέβιον ἐπαινῶν, περὶ τὴν εὐσέβειαν διαμαρτάνειν φησί. καὶ τὸ ἁμάρτημα ὁ δυσσεβὴς διηγούμενος, διότι ἄγνωστον τὸ θεῖον καὶ ἀκτάληπτον ἡγοῖτο, ἀλλὰ καὶ ἄλλα τοιαῦυτά φησιν αὐτὸν πλημμελεῖν. καταπαῦσαι δὲ αὐτὸν τὰς οἰκείας τῆς ἱστορίας μνήμας μνήμας τῆς τῶν παίδων διαδοχῆς τοῦ μεγάλου Κωνσταντινου συνεπιμαρτυρεται. 3. Ὂτι οὖτος ὁ δυσσεβής φησι τὰς ψήφους τῆς ἀρχιερωσύνης ἐπ Ἄρειον φερομένας αὐτὸν μᾶλλον ἀλέξανδρον προτιμήσαντα ἑαυτοῦ, περιελθεῖν αὐτῷ ταύτας καταπράξασθαι. 4. Ὂτι Ἀλέξανδρόν τινα πρεσβύτερον Βαύκαλιν ἐπονομαζόμενον, τὸ τὸ σαρκὸς ὑπερτραφους ὄγκον ὑπὸ τῶν μεταφρένων αυτου σεσωρευμένον ἄγγους ὀστρακίνου ἐκμιμεῖσθαι σχῆμα, ἂπερ οὐν βαυκάλας ἐπιχωρίως Ἀλεξανδρεῖς Ἀλεξανδρεῖς ὀνομάζειν, τοῦτόν φησιν τὴν δευτέραν τάξιν μετ’ Ἄρειον ἔχοντα ἄρξαι τῆς αἰτίας ἐξ ἡς ἡ διαφορὰ Ἀλεξάνδρῳ τῷ ἐπισκόπῳ καὶ Ἀρείῳ συνερράγη, καὶ τὴν τοῦ ὁμοου- σίου ἀνακήρυξιν ἐκεῖθεν ἐπιτεχνασθῆναι.