Ancient Greek
EK ΤΗΣ ΤΕΤΑΡΤΗΣ ΙΣΤΟΡΙΑΣ
Philostorgius, Historia ecclesiastica (fragmenta ap. Photium) 1-4
Not analysed yet
1. Ὅτι ὁ Κωνστάντιος, μαθὼν τὰ περὶ Μόντιον καὶ Δομετιανὸν συνενεχθέντα καὶ ὀργῆς ἀναπλησθείς, μετεκαλεῖτο τὸν Γάλλον. ὁ δέ, τὴν μὲν κλῆσιν οὐκ ἐπ᾿ ἀγαθῷ συλλαβών, εὐλαβούμενος δὲ μὴ πόλεμος ἀπειθήσαντος συρραγῇ, τοῦ προστάγματος γίνεται. προεξώρμα δὲ καὶ ἡ Κωνσταντία, προεντυχῖν σπεύδουσα τἀδελφῷ καὶ αἰδέσασθαι αὐτὸν ὑπὲρ τοῦ ἀνδρός, ἀλλ᾿ αὕτη μὲν κατὰ Βιθυνίαν γενομένη ἐπεσχέθη τῷ θανάτῳ καὶ τῆς ὁδοῦ καὶ τοῦ βίου· ἐξ οὑ καὶ ὁ