Ancient Greek · ~10 min
ΕΚ ΤΗΣ ΤΡΙΤΗΣ ΙΣΤΟΡΙΑΣ
Philostorgius, Historia ecclesiastica (fragmenta ap. Photium) 28a
Not analysed yet
28a. Artemii Passio 12 [unmittelbar nach αὐτὸν ποιησάμενος ob. S. 52, 33]: Ὁ δὲ Γάλλος ὡς τότε παρὰ τοῦ Κωνσταντίου πεμφθεὶς ἐπὶ τῆς Ἑῴας εἴχετο τῶν πραγμάτων· ὃν αὐτίκα μαθόντες οἱ Πέρσαι κατωρρώδησαν νέον τε αὐτὸν καὶ θερμουργὸν εἰς τὰ ἔργα πυθόμενοι, καὶ οὐκέτι ἐποιήσαντο τὴν ἐπὶ τοὺς 'Ρωμαίους ἐζέλασιν. καὶ ὁ μὲν ἐν τῇ Ἀντιοχείᾳ τῆς Συρίας ἦν, Κωνστάντιος δὲ ἐν τῇ Ἑσπέρᾳ καθίστη τὰ πράrματα. καὶ τότε δὴ μάλιστα καθαρῶς ἡσύχασεν ἠ 'Ρωμαίων ἀρχὴ πρὸς ἀμφοτέρων φυλαττομένη. καὶ ταῦτα μὲν τοῦτον ἔσχε τὸν τρόπον. [§13] ὁ δὲ Γάλλος, τὴν τοῦ Καώαρος ἀμφιασάμενος ἀλουργίόα καὶ ἤδη τῶν πρώτων τῆς βασιλείας ἀρζάμενος ἐπιβαίνειν ἀναβαθμῶν, οὐκ ἔμενεν ἐπὶ τῆς αὐτῆς γνώμης καὶ πίστεως ἧς πρὸς θείς, ἐπεὶ ἐν Ἀντιοχείᾳ ἐγένετο, βαρὺς τοῖς ὑπ᾿ αὐτὸν προσεφέρετο, κακουμένοις πολυειδῶς πρὸς αὐτοῦ, ἔχοντος καὶ τὴν ὁμόζυγα πρὸς τοῦτο αὐτὸν ἐρεθίζουσαν. δείσας οὖν ὁ Κωνστάντιος μὴ κινηθεῖεν εἰς ἀποστασίαν οἱ ὑπ᾿ ἐκείνου κακούμενοι καὶ ἐμφυλίου πολέμου δεήσῃ αὐτῷ, Δομετιανόν (so ECD), ἄνδρα ἐπιφανῆ τε καὶ γηραιόν, ἔπαρχον πραιτωρίων προχειρισάμενος εἰς Ἀντιόχειαν ἔστειλεν, ἐντειλάμενος τῷ ἀνδρὶ ἐν ἀπορρήτοις εὐφυῶς πως τὸν Γάλλον ὑπελθεῖν καὶ πεῖσαι ἀφίξεσθαι πρὸς αὐτόν. ὁ δέ, εἰς Ἀντιόχειαν παραγεγονώς, καὶ πάνυ ἀδεξίως τὸ πρᾶγμα μετεχειρίσατο, ἀναφανδὸν ἐπιτάξας τῷ Καίσαρι πορεύεσθαι πρὸς τὸν αὐτοκράτορα καὶ ἀπειλήσας, εἰ μὴ πείθοιτο, τὰς σιτήσεις τῶν ὑπ᾿ αὐτὸν ἐπισχεῖν. τούτοις εἰς θυμὸν ἐκεῖνος παροξυνθείς, καὶ ἄλλως εὐκίνητος ὢν πρὸς ὀργήν, συνέσχε τὸν ἔπαρχον καὶ φρουροὺς αὐτῷ στρατιώτας ἐπέστησε. Μοντίου δὲ τοῦ κοιαίστωρος αἰτιωμένου τὴν πρᾶξιν καὶ εἰς σαφῆ τυραννίδα ταύτην ἀνάγεσθαι λέγοντος, ἔτι περιαλγὴς γενομένη εἰ οὕτως ὁ Γάλλος Καῖσάρ τε ὢν κοὶ Αὐγούστοις ἀνὴρ καὶ γὰρ αὕτη πατρόθεν ἠν δεδεγμένη τὸ ἀξίωμα) προπηλακίζοιτο, αὐτὴ δι᾿ ἑαυτῆς ἐπισπασαμένη τὸν Μόντιον τοῖς δορυφόροις ἐκδίδωσιν· ὥστε τὴν ταχίστην ἀραμένους πρὸς τὸν Δομετιανὸν ἀποκομίσαι, κἀκεῖνον κατασπάσαντας τοῦ θρόνου, ἄμφω, σοίνους τῶν ποδῶν ἐξαψαμένους, κακοὺς κακῶς ἀπολέσαι. καὶ τοῦτο θᾶττον ἐπράχθη, συνεπιψηφίζοντος καὶ τοῦ Γάλλου. θνήκει) καὶ τὸν ἐπὶ τοῦ κοιαίστωρος Μόντιον, διὰ τὸ μὴ πειθαρχεῖν αὐτοὺς καὶ ὑπουργεῖν ταῖς παραλόγοις αὐτοῦ καὶ ἀκαθέκτοις ὁρμαῖς, σχοίνους τοῖς στρατιώταις τῶν ποδῶν αὐτῶν ἐξάψασθαι παρακελευσάμενος, ἐπὶ τῆς αγορᾶς συρῆναι προσέταξεν καὶ ἀμφοτέρους ἀπέκτεινεν, ἄνδρας ἐν ἀξιώμασι διαπρέψαντας καὶ παντὸς κέρδους καὶ λήμματος εὑρεθέντας ὑψηλοτέρους· οὓς ὁ τῆς πόλεως περιστείλας ἐπίσκοπος ἔθαψεν, αἰδεσθεὶς τὸ τῆς ἀρετῆς αὐτῶν ἀνυπέρβλητον. χαλεπήνας ὁ Καῖσαρ, ἀλλὰ καὶ πρὸς τῆς γυναικὸς ἐξαφθεὶς εἰς ὀργὴν ὡς καταφρονούμενος, Zonar. καὶ αὐτὸν ὑπὸ δεσμοῖς ἐποιήσατο τὸν πολυίστωρ καὶ τοῖς στρατιώταις καὶ ἄμφω παρέδωκεν. οἱ δὲ ἄμφω τὼ ἄνδρε συνδήσαντες ἔσυραν διὰ τῆς ἀγορᾶς καὶ ᾐκίσαντο καὶ τέλος ἐνέβαλον εἰς τὸν ποταμὸν καὶ διέφθειραν.