Ancient Greek
EK ΤΩΝ ΕΚΚΛΗΣΙΑΣΤΙΚΩΝ ΙΣΤΟΡΙΩΝ
Philostorgius, Historia ecclesiastica (fragmenta ap. Photium) 10
Not analysed yet
10. Λέγει δὲ καὶ Σεκοῦνδον ὑπεροριζόμενον εἰπεῖν πρὸς Εὐσέβιον· »Εὐσέβιε, ὑπέγραψας ἵνα μὴ ἐξορισθῇς. πιστεύω τῷ θεῷ, δι᾿ ἐμοῦ σε δεῖ ἀχθήσεσθαι ἀπαγόμενον«. καὶ γεγονέναι τῷ Εὐσεβίῳ τὸν ἐξοστρακισμὸν μετὰ μῆνας ἀπὸ τῆς συνόδου τρεῖς, καθὰ καὶ Σεκοῦνδος προεῖπεν, πρὸς τὴν ἰδίαν κατὰ τὸ προφανὲς ἀσέβειαν ἀναστρέψαντι, ὑπογραψάντων εἰς τὴν ἐν Νικαίᾳ πίστιν οἱ μὲν ἄντικρυς τοῦ ὁμοουσίου τὴν φωνὴν ταῖς ἐαυτῶν ὑπογραφαῖς ἐνετίθεσαν, οἱ δὲ γε περὶ Εὐσέβιον σοφιζόμενοι τὴν βλασφημίαν ἀντὶ τοῦ ὁμοουσίου τὸ ὁμοιουσιον ἐνέγραψαν, πλὴν Σεκούνδου καὶ Θεωνᾶ οἳ καὶ εἰς Ἰλλυριοὺς ἐφυγαδεύθησαν ἅμα Ἀρείῳ καὶ τοῖς σὺν αὐτῷ πρεσβυτέροις.