Ancient Greek
EK ΤΩΝ ΕΚΚΛΗΣΙΑΣΤΙΚΩΝ ΙΣΤΟΡΙΩΝ
Philostorgius, Historia ecclesiastica (fragmenta ap. Photium) 9a
Not analysed yet
9a. [zu Z. 6 ff] Vita Constantini Cod. Angelic. A f. 17 r [unmittelbar nach καταπαῦσαι oben 7a Ende]: Ἐπεὶ δὲ ἡ κυρία τε ἧικεν ἡμέρα καὶ αὐτοὶ συνῆλθον τὴν ἑαυτῶν ἕκαστος ἀποφαινόμενοι γνώμην, βασιλεὺς μὲν ἐν μέσοις ἦν, περιμένων δὲ ὅμως ὅ τι τὸ κοινὸν ἐπικρίνειεν. οἱ δὲ περὶ τὸν Ὅσιον ὃ καὶ Ἀλέξανδρον παρεσκεύασαν ἕτοιμον εἶναι τὸ βιβλίον ὃ πάντας ἐχρῆν ὑπογράφειν. Ἔστιν δὲ αὐτοῦ ἡ σύνταξις ἐπ᾿ αὐτῶν λέξεων ἥδε· >Ἐν Νικαίᾳ μητροπόλει Βιθυνίας ἔδοξε τῷ καλλινίκῳ Κωνσταν- >πίνῳ τῷ Αὐγούστῳ σύνοδον ποιήσασθαι τῶν ἁγίων ἐπισκόπων τῆς >ἁγίας καθολικῆς καὶ ἀποστολικῆς ἐκκλησίας. τῆς πίστεως ὅρῳ, πλὴν Σεκούδου τοῦ Πτολεμαίδος, ᾡ καὶ Θεωνᾶς ὁ τῆς Μαρμαρικῆς ἠκολούθησεν. τὸ δὲ ἄλλο στιφος τῶν Ἀρειανῶν ἐφόρων, Εὐσέβιός τε, φημί, ὁ Νικομηδείας ὃν οὑτος ἀποθειάζει μέλαν καὶ Θέογνις ὁ Νικαίας, καὶ Μάρις ὁ Καλχηδόνος, καὶ ἡ ἄλλη φάλαξ πρὸς τὴν σύνοδον μετετάξατο· ἐν δόλῳ μέν, καὶ οὑτός φησι, καὶ τὸ ὁμοιούσιόν ἐν τῇ τοῦ ὁμοουσίου φωνῇ ὑποκλέψαντες· πλήν γε συμ- Πιστεύομεν εἰς ἔνα θεόν, πατέρα παντοκράτορα, ποιητὴν ουρανου καὶ γῆς, ὁρατῶν τε πάντων καὶ καὶ τὰ ἑξῆς. ποὺς δὲ λέ- γοντας· ἦν ποτε ὅτε οὐκ ἦν, καὶ πρὶν γεννηθῆναι οὐκ ἠν, καὶ ὅτι ἐξ οὐκ ὄντων ἐγἐνετο, ἢ ἐξ ἑτέρας ὑποστάσεως ἢ οὐσίας φάσκοντας εἶναι, ἢ κτιστὸν ἢ τρεπτὸν ἢ ἀλλοιωτὸν τὸν υἱὸν τοῦ θεοῦ, ἀνα- θεματίζει ἡ καθολικὴ καὶ ἀποστολικὴ ἐκκλησία. <Τοῦτο τοίνυν τὸ βιβλίον ἐκείνων εἰς τὸ κοινὸν ἐνηνοχότων καὶ πάντας ἀξιούντων ἐπιψηφίζειν τῇ γνώμῃ, καὶ κυροῦν ἕκαστον δι’ ὑπογραφῆς οἰκείας ἐβεβαιώσαντο. οἱ δὲ περὶ τὸν Ἄρειον παρῆσαν μὲν αὐτόθι καὶ αὐτοὶ ξύμπαντες. οὐ μὴν δὲ τὴν εὐσεβῆ προσεδέξαντο πίστιν. ὅθεν ὁ βασιλεὺς ἐξέφερε γνώμην εὐσεβεστάτην τοιάνδε· ὡς ἅπαντας ὁπόσοι μὴ συναινέσειαν τῇ κοινῇ τῶν ἐπισκόπων ψήφῳ, εἴτε πρεσβύτεροί τινες εἶεν, εἴτε διάκονοι, εἴτε καὶ εἴ τινες ἄλλοι τοῦ κλήρου, τούτους φυγῇ ζημιοῦσθαι. Φιλούμενος δὲ ἦν ὁ ταῦτα πρὸς ἔργον ἀγαγεῖν πιστευθείς, τιμὴν ἐκ βασιλέως ἔχων ἣν καλεῖν εἰώθασι Ῥωμαῖοι μάγιστρον. οὗτος οὖν τῷ Ἀρείῳ καὶ τοῖς σὺν αὐτῷ τὸ βιβλίον προσενεγκών, ἐκέλευσεν αἱρεῖσθαι ὁπότερα βούλονται, εἴτε ὑπογράψαντες ἄδειαν ἔχειν, εἴτε καὶ ἀνηνάμενοι φυγεῖν. οἱ δὲ φεύγειν ᾑροῦντο καὶ πρὸς τὸν τῆς ἀπωλείας βυθόν, ὥσπερ ἠν αὐτοῖς ἄξιον, καταδύεσθαι. φρονεῖν τοῖς συνοδικοῖς ψηφίσμασιν ἀναδεξάμενοι, Κωνσταντίνας τῆς τοῦ Κωνσταντίνου βασιλέως ἀδελφῆς εἰσηγησαμένης αὐτοῖς τὴν εἰς τοῦτο παραίνεσιν.