Ancient Greek
EK ΤΗΣ ΔΕΥΤΕΡΑΣ ΙΣΤΟΡΙΑΣ
Philostorgius, Historia ecclesiastica (fragmenta ap. Photium) 11a
Not analysed yet
11a. [zu Ζ. 7 —10] Vita Constantini Cod. Angelic. A f. 36v: Τοῦ δὲ μεγάλου Ἀθανασίου χειροτονηθέντος, τὸ τῆς πόλεως ψήφισμα δεξάμενος ὁ μέγας Κωνσταντῖνος ὁ βασιλεὺς ἢσθη τε καὶ γράφει τοῖς Ἀλεξανδρεῦσι τὴν δύναμιν ταύτην· >Ἐντυχὼν τῷ πεμφθέντι παρ᾿ ὑμῶν >φηφίσματι περὶ τῆς τοῦ ἐπισκόπου προαφωγῆς, καὶ μαθὼν ὡς καθ’ >ἡδονὴν ὑμῖν ἅπασιν τὸ πρᾶγμα κεχώρηκε καὶ οὕτω πρὸς ἁπάντων >ὑμῶν συμφώνως ὁ ἀνήρ ἐστιν ἀγαπώμενος, ἥδομαί τε καὶ αὐτὸς (τί >γὰρ οὐ μέλλω;) καὶ κρίνω κύρια κύρια καὶ βέβαια μένειν, ἅπερ >αὐτοὶ κοινῶς εἵλεσθε ψηφισάμενοι. <ἔγωγ’ ἂν μαινοίμην, ἀνδρὼν τοιούτων αἰσχρὰς ἡδονῆς δουλείαν ὥστε καταγνῶν«. εἶτ’ ἐντεῦθεν ἀρζαμένης παραγυμνοῦσθαι τῆς ἀληθείας, τὴν ὅλην συσκευὴν ἀνακαλυφθῆναι. καὶ τὸν μὲν Εὐσέβιον κρείττω συκοφαντίας πάσης ὀφθῆναι· τὸν δὲ Ἀθανάσιον, ἀντὶ τοῦ φυγεῖν τὴν δίκην, διπλῆς ἔνοχον ἀπελεγχθῆναι, προσλαβούσης τῆς οὐκ εὐαγοῦς χειροτονίας τὴν ἐναγεστάτην συκοφαντίαν. διὸ καὶ τὴν καθαιρετικὴν ψῆφον ὁμόφωνον κατ’ αὐτοῦ ἐξενεχθῆναι. ἐκεῖνον μέντοι γε προσαναισχυντεῖν, καὶ λέγειν ἀπεχθείᾳ τὴν καθαίρεσιν τοὺς συνεδρεύσαντας διαπράζασθαι ὥσπερ καὶ τὰς συκοφαντίας, διότι μὴ παρ᾿ αύτῶν ἀνάσχοιτο τὴν ἀρχιερατικὴν χειροθεσίαν ὑποστῆναι. Διὸ καὶ τὸν βασιλέα ἐπιτρέψαι πάλιν ἐτέρᾳ συνόδῳ τὰ κατὰ τὸν Ἀθανάσιον ἐτασθῆναι. τοὺς δὲ καὶ ἕτερα τῶν ἐγκλημάτων ἐπισυναθροῖσαι· Καλλίνικόν τε γὰρ τὸν ὁμολογητήν, ἐπίσκοπον τοῦ Πηλουσίου, πέδαις σιδηραῖς ἐνδυσάμενον εἱρκτῇ καταθέσθαι, καὶ μὴ διαλιπεῖν προπηλακίζοντα ἕως ἂν αὐτὸν τοῦ ζῆν ἀπελάσοι, προσετίθεσαν ταῖς κατηγορίαις. ναὶ δὴ καὶ ἡ Ἀρσενίου χεὶρ τηνικαῦτα προεκομίσθη, καὶ ὁ Μαρεώτης καὶ ὁ Ἰσκύρας καὶ τὸ μυστικὸν ποτήριον, καὶ τὰ παραπλήσια τούτοις, ἐφ’ οἷς αὐτὸν καὶ ἐκκηρῦξαι τὸ συνέδριον καὶ ἀντ’ αὐτοῦ προχειρίσασθαι τὸν ἐκ Καππαδοκίας Γρηγόριον. ταῦτα μὲν οὖν ὁ φιλοφευδὴς Κακοστόργιος περὶ τοῦ ἁγίου τερατεύεται Ἀθανασίου.