Ancient Greek
12 to 12a
Philostorgius, Historia ecclesiastica (fragmenta ap. Photium) 12-12a
Not analysed yet
12. Ὅτι, φησίν, ἡ τοῦ βασιλέως Κωνσταντίνου μήτηρ Ἑλένη ἐπὶ τῷ στόματι τοῦ τῆς Νικομηδείας κόλπου πόδιν ἐδείματο, Ἑλενόπολιν αὐτὴν ἐπονομάσασα· ἀσπάσασθαι δὲ τὸ χωρίον κατ’ ἄλλο μὲν οὐδέν, ὅτι δὲ Λουκιανὸς ὁ μάρτυς ἐκεῖσε τύχοι μετὰ τὸν μαρτυρικὸν θάνατον ὑπὸ δελῖνος ἐκκομισθείς. 12a. Vita Constantini Cod. Angelic. A f. 39v [Franchi de’ Cav. 104] :Πλείστης δὲ τὴν μητέρα ὁ Κωνσταντῖνος ἡξίου τιμῆς ὡς καὶ πόλιν αὐτῇ κτίσαι ἐπώνυμον, ἥτις ἐστὶν ἐν δεζιᾷ <τοῦ τῆς> Νικομηδείας κόλπου, αὐτῆς ἐκείνης τὸ χωρίον ἀσπασμένης κατ’ ἄλλο μὲν οὐδέν, διὰ δὲ Λουκιανὸν τὸν τοῦ Χριστοῦ μεγαλώνυμον μάρτυρα.