Ancient Greek · ~8 min
EK ΤΗΣ ΛΩΛΕΚΑΤΗΣ ΙΣΤΟΡΙΑΣ
Philostorgius, Historia ecclesiastica (fragmenta ap. Photium) 13-5
Not analysed yet
13. Ὅτι ἐν ὑπατείᾳ τοῦ βασιλέως Θεοδοσίου τὸ δέκατον καὶ Ὀνωρίου τὸ τρισκαιδέκατον αὐτὸς Ὀνώριος ὑδέρῳ τελευτᾷ καὶ Ιωάννης τυραννίδι ἐπιθέμενος διαπρεσβεύεται πρὸς Θεοδόσιον. ἀπράκτου δὲ τῆς πρεσβείας γεγενημένης, καὶ οἱ πρέσβεις ὑβρισθέντες ἄλλος ἀλλαχῆ κατὰ τὴν Προποντίδα φυγῇ προσετιμήθησαν. τὴν μέντοι Πλακιδίαν καὶ τὸν τρίτον Οὐαλεντινιανὸν μετὰ γὰρ Κων- σταντίου θάνατον πρὸς τὸ Βυζάντιον ἀνεκομίσθησαν) ἀποστέλλει πρὸς τὴν Θεσσαλονίκην Θεοδόσιος, κἀκεῖ τὴν τοῦ Καίσαρος ἀξίαν τῷ ἀνεφιῷ παρατίθησιν, Ἀρδαβουρίῳ τῷ στρατηγῷ καὶ τῷ τούτου υἱῷ Ἄσπαρι τὴν κατὰ τοῦ τυράννου στρατηγίαν ἐγχειρίσας. Οἳ δὴ καὶ συνεπαγόμενοι Πλακιδίαν τε καὶ Οὐαλεντινιανὸν καὶ τούς τε Παίονας καὶ τοὺς Ἰλλυριοὺς διελάσαντες, τὰς Σάλωνας, πόλιν τῆς Δαλματίας, ἀναιροῦσι κατὰ κράτος. ἐντεῦθεν ὁ μὲν Ἀρδαβούριος νηίτῃ στόλῳ κατὰ τοῦ τυράννου χωρεῖ. ὁ δὲ Ἄσπαρ τὴν ἱππικὴν δύναμιν συναναλαβὼν καὶ τῷ τάχει τῆς ἐφόδου κλέφας τὰς αἰσθήσεις, τῆς Ἀκυληιΐας μεγάλης πόλεως ἐγκρατὴς γίνεται, συνόντων αὐτῷ Οὐαλεντινιανοῦ τε καὶ Πλακιδίας. Ἀλλ’ ὁ μὲν οὔτω τὴν μεγάλην ἀταλαιπώρως παρεστήσατο, τὸν δὲ Ἀρδαβούριον βίαιον ἀπολαβὸν πνεῦμα σὺν δυσὶν ἐτέραις τριήρεσιν εἰς χεῖρας ἄγει τοῦ τυράννου. ὁ δὲ πρὸς σπονδὰς ἀφορῶν φιλανθρώτως ἐκέχρητο τῷ Ἀρδαβουρίῳ. καὶ πολλῆς οὗτος ἀπολαύων τῆς ἀδείας, τοὺς ἀποστρατήγους τοῦ τυράννου, ἤδη καὶ αὐτοὺς ὑποκεκινημένους, τὴν ἐπιβουλὴν κρατύνει τὴν κατὰ τοῦ τυράννου· καὶ σημαίνει Ἄσπαρι τῷ παιδὶ παραγενέσθαι, ὡς ἐφ’ ἑτοίμῳ τῷ κατορθώματι. τοῦ δὲ θᾶττον σὺν τῷ ἱππότῃ στρατῷ παραγεγονότος καὶ μάχης τινὸς συρραγείσης, συλλαμβάνεται ὁ Ἰωάννης τῇ τῶν ἀμφ’ αὐτὸν προδοσίᾳ καὶ πρὸς Πλακιδίαν καὶ Οὐαλεντινιανὸν εἰς Ἀκυληΐαν ἐκπέμπεται· κἀκεῖ τὴν χεῖρα προδιατμηθείς, εἶτα καὶ τῆς κεφαλῆς ἀποτέμνεται, ἕνα τυραννήσας ἐπὶ τῷ ἡμίσει ἐνιαυτόν. τότε καὶ βασιλέα ὁ Θεοδόσιος τὸν Οὐαλεντινιανὸν ἀποστείλας ἀναγορεύει. 13 a. [zu Z. 25] Photii Bibliotheca Cod. 40, ob. S. 3, Itf: Κάτεισι δὲ (näml. e ὁ Φιλοστόργιος) μέχρι τῶν Θεοδοσίου τοῦ χρόνων, κατ’ ἐκεῖνον τὸν χρόνον παυόμενος καθ’ ὅν Οὐαλεντιναῷ τῷ νέῳ τῷ Πλακιδίας καὶ Κωνσταντίου υἱῷ, Ὀνωρίου τελευτήσαντος, Θεοδόσιος τὰ τῆς Ῥώμης σκῆπτρα τῷ ἀδελφιδῶ ἐνεχείρισεν.