Ancient Greek · ~2 min
EK ΤΗΣ ΛΩΛΕΚΑΤΗΣ ΙΣΤΟΡΙΑΣ
Philostorgius, Historia ecclesiastica (fragmenta ap. Photium) 14-6
Not analysed yet
14. Ὅτι Ἀέτιος ὁ ὑτοστράτηγος Ἰωάννου τοῦ τυράννου μετὰ τρεῖς ἡμέρας τῆς ἐκείνου τελευτῆς βαρβάρους ἄγων μισθωτοὺς εἰς ξ΄ χιλιάδας παραγίνεται· καὶ συμπλοκῆς αὐτοῦ τε καὶ τῶν περὶ τὸν Ἄσπαρα γεγενημέηνς, φόνος ἑκατέρωθεν ε ἐρρύη πολύς. ἔπειτα ὁ Ἀέτιος Αέτιος πρὸς Πλακιδιαν καὶ Οὐαλεντινιανὸν καὶ τὴν τοῦ κόμητος ἀξίαν λαμβάνει· καὶ οἱ βάρβαροι χρυσίῳ καταθέμενοι τὴν ὀργὴν καὶ τὰ ὅπλα, ὁμήρους τε δόντες καὶ τὰ πιστὰ λαβόντες, εἰς τὰ οἰκεῖα ἤθη ἀπεχώρησαν.