Ancient Greek
EK ΤΗΣ ΔΕΥΤΕΡΑΣ ΙΣΤΟΡΙΑΣ
Philostorgius, Historia ecclesiastica (fragmenta ap. Photium) 14
Not analysed yet
14. Τούτου τοῦ μάρτυρος πολλοὺς μὲν καὶ ἄλλους μαθητὰς ἀναγράφει. οἷς καὶ Εὐσέβιον τὸν Νικομηδείας καὶ Μάροιν τὸν Καλγηδόνοςε καὶ τὸν Νικαίας Θέογνιν συντάττει καὶ Λεόντιον, τὸν ὕστερον γεγονότα τῆς Ἀντιοχείσας ἐπίσκοπον, καὶ Ἀντώνιον, τὸν Ταρσοῦ τῆς Κιλικίας, καὶ Μηνόφαντον καὶ Νοομίνιον καὶ Εὐδόξιον· οὐ μὴν ἀλλὰ καὶ Ἀλέξανδρον καὶ Ἀστέριον τὸν Καππαδόκην· οὕς καὶ ἐλληνίσαι φησὶν ἐνδόντας τῇ τῶν τυράννων βία, ὕστερον δὲ ἀνακαλέσθαι τὴν ἧτταν, συλλαβομένου αὐτοῖς πρὸς τὴν μετάνοιαν τοῦ διδασκάλου.