Ancient Greek
EK ΤΗΣ ΔΕΥΤΕΡΑΣ ΙΣΤΟΡΙΑΣ
Philostorgius, Historia ecclesiastica (fragmenta ap. Photium) 15
Not analysed yet
15. Ὅτι τῶν εἰρημένων Ἀντώνιον μὲν καὶ Λεόντιον ἀπαράτρωτον τὴν ἀσέβειαν διασώσασθαι λέγει· Εὐσέβιον δὲ καὶ Μάριν καὶ Θέογνιν συναπαχθῆναι μὲν τῇ κατὰ Νίκαιαν συνόδῳ, ἀνενεχθῆναι δὲ τῆς μεταβολῆς. τὸν δὲ Μάριν ἐκεῖθεν ἀνενεχθέντα, εἰς ἐτέραν αὖθις κατολισθῆσαι ἀτοπίαν. καὶ δὴ καὶ τὸν Θέογνιν· ὃς τὸν θεὸν καὶ πρὸ τοῦ γεννὴσαι τὸν υἱὸν πατέρ οἴεται, ἅτε δὴ τὴν δύναμιν ἔχοντα τοῦ γεννῆσαι. ἀλλὰ δὴ καὶ τὸν Ἀστέριον παρατρέψαι τὸ φρόνημα, ἀπαράλλακτον εἰκόνα τῆς τοῦ πατρὸς οὐσίας εἶναι τὸν υἱὸν ἐν τοῖς αὐτοῦ λόγοις καὶ γράμμασι διαμαρτυρόμενον.