Ancient Greek
ΕΚ ΤΗΣ ΤΡΙΤΗΣ ΙΣΤΟΡΙΑΣ
Philostorgius, Historia ecclesiastica (fragmenta ap. Photium) 17-2
Not analysed yet
17. Ὅτι Λεόντιος, φησίν, ὃν ὁ ἔμπροσθεν λόγος πρεσβύτερόν τε ὁ δὲ οὐδὲν ἐπαύετο τοὺς μὲν διελέγχων, τοὺς δὲ παντοίως θεραπεύων, Suid. φαύλως δὲ ἀμπισχόμενος καὶ ὡς ἔτυχε ζῶν. καὶ διδάσκαλον Ἀετίου ὑπέδειξεν, ἐπίσκοπος Ἀντιοχείας καταστάς, εἰς διακονίαν τὸν μαθητὴν προχειρίζεται, καὶ διδάσκειν ἐν ἐκκλησίᾳ τὰ τῆς ἐκκλησίας ἐπιτρέπει δόγματα. ὁ δὲ πρὸς μὲν τὸ τῆς διακονίας ἔργον ὑπεστάλη, διδάσκειν δὲ ἀνεδέξατο· χρόνον δὲ διατρίψας ὅσον ἐνόμιξεν αὐτῷ εἰς τὴν τῶν θείων μαθημάτων ἐξαρκέσειν παραδοσιν, ἐπὶ τὴν Ἀλεξάνδρειαν αὖθις παραγίνεται. ἤδη γὰρ ἐν αὐτῇ ὁ Ἀθανάσιος πολὺς ἦν ὑπὲρ τοῦ ὁμοουσίου ῥέων, καὶ ἐχρῆν τὸν τὸν αντιπνεοντα.