Ancient Greek
18 to 21
Philostorgius, Historia ecclesiastica (fragmenta ap. Photium) 18-2-21
Not analysed yet
18. Ὅτι φησὶ Φλαβιανὸν καὶ Παυλῖνον, οἳ καὶ μετὰ ταῦτα τὸν Ἀντιοχείας θρόνον εἶχον διανειμάμενοι, τούτους τὸν εἰρημένον Λεόντιον ἅτε δὴ μὴ ὁμοδοξοῦντας καθελεῖν· οὑτοι δὲ ἠσαν Εὐσταθίῳ συνακολουθήσαντες <ἐς> τὴν μεθόριον ἀπαγομένῳ. ὃς τῶν ἱερῶν τῆς Ἀντιοχείας φροντίδων, μᾶλλον δὲ τῆς ὅλης εὐσεβείας, οὐδὲν ἠνέσχετο τοῖς καιροῖς συγκαπηλεύσασθαι. 19. Ὅτι Σεκούνδου καὶ Σέρρα εἰς ἐπισκοπὴν τὸν Ἀέτιον προχειριζομένων, αὐτός, φησίν, οὐκ ἠνέσχετο, μὴ καθαρῶς αὐτοὺς ἱερᾶσθαι διὰ τὴν ἐπιμιξίαν πρὸς τοὺς τὸ ὁμοούσιον θρησκεύοντας ἀποφαινόμενος. 20. Ὅτι φησίν, Εὐνόμιος κατὰ πύστιν τῆς Ἀετίου σοφίας εἰς Ἀντιόχειαν ἐκ Καππαδοκίας ἀφικόμενος, τῷ Σεκούνδῳ συνέμιξεν. ὁ δὲ αὐτὸν ἐν Ἀλεξανδρείᾳ τότε τῷ Ἀετίῳ διατρίβοντι συνέστησεν· καὶ συνήστην ἄμφω, ὁ μὲν διδάσκων, ὁ δὲ τοῖς ἱεροῖς μαθήμασι συνασκούμενος. 20a. Photii Bibliotheca Cod. 40, ob. S. 2, 24 ff: Ἐξαίρει δὲ ärul. ὁ Φιλοστόργιος) ἐν μὲν λόγοις μάλιστα Ἀέτιον καὶ Εὐνόμιον, μόνους ἀνακαθᾶραι τὰ τῆς εὐσεβείας δόγματα τῷ χρόνῳ συκεχωσμένα τερατευομένος. 21. Ὅτι Εὐνομίου φησὶν οὗτος ὁ δυσσεβής, οὐκ αἰσχυνόμενος, Phot. ἐγκώμιον ἀνατάξασθαι.