Ancient Greek
EK ΤΗΣ ΕΒΔΟΜΗΣ ΙΣΤΟΡΙΑΣ
Philostorgius, Historia ecclesiastica (fragmenta ap. Photium) 1a
Not analysed yet
1a. Artemii Passio 48: Ὁ γὰρ Ἰουλιανὸς πάλαι τὸν Ἑλληνισμόν κατὰ ψυχὴν ὠδίνων ἐκ τῶν ἐν Ἰωνίᾳ γενομένων αὐτῷ πρὸς τοὺς ἀμφὶ τὸν Μάξιμον φιλοσόφων συνουσιῶν, ἐφ᾿ ὅσον μὲν ὅ αὐτῷ περιῆν καὶ μετ' αὐτὸν Κωνστάντιος, ὁ δὲ οὐδὲν παραγυμνοῦν ἐθάρρει διὰ τὸ ἐξ ἐκείνων δέος· ἐπεὶ δὲ οὑτοι ἐξ ἀνθρώπων ἠσαν, αὐτὸς δἐ τῶν πραγμάτων ἤδη κύριος ἠν, τότε δὴ εἰς τὸ φανερὸν ἀπαμφιασάμενος πάσαις ἀθρόον εἰς τὸν Ἑλληνισμὸν ἐξερράγη ταῖς προθυμίαις.