Ancient Greek
EK ΤΗΣ ΕΒΔΟΜΗΣ ΙΣΤΟΡΙΑΣ
Philostorgius, Historia ecclesiastica (fragmenta ap. Photium) 1b-2
Not analysed yet
1b. Ebd. 22: Ὁ γὰρ Ἰουλιανός, ὡς δεδήλωται, τὴν τῶν Ῥωμαίων βασιλείαν ὑποζωσάμενος, ἐσπούδαζε μάλιστα τὸν Ἑλληνισμὸν ἐπανορθοῦν. πανταχοῦ τοίνυν γράμματα διαπεμπόμενος ἐκέλευε τούτων τεμένη καὶ τοὺς βωμοὺς ἀνιστᾶν μετὰ πολλῆς σπουδῆς τε καὶ προθυμίας. [zu la] Vgl. Zonar. XIII 12, 17 f: Αὐτοκράτωρ δὲ γεγονὼς (näml. ὁ καὶ ἑαυτῷ τὴν ἀρχὴν κρατυνάμενος, αὐτίκα εἰς προὖπτον ἐξερράγη Ἑλληνισμόν. ἐξωμόσατο μὲν γὰρ πρότερον ὡς εἴρηται, τὰ Χριστιανῶν, οὐ μὴν εἰς τοὺμφανὲς ἐκρῆξαι τὴν dibiva τῆς ἀσεβείας ἐτόλμησε. ἄπρακτον ἐᾶν, εἰς ἄρρητά τε καὶ ἀδιήγητα πάθη κατέστησε τοὺς Χριστιανούς, πανταχοῦ τῶν Ἑλληνιστῶν πάσας αἰκίας καὶ καινὰς βασάνους καὶ πικροτάτους θανάτους ἐπαγόντων αὐτοῖς.