Ancient Greek
ΕΚ ΤΗΣ ΤΡΙΤΗΣ ΙΣΤΟΡΙΑΣ
Philostorgius, Historia ecclesiastica (fragmenta ap. Photium) 23
Not analysed yet
23. Ὅτι Σαπώρην τὸν βασιλέα Περσῶν ἀναγράφει στρατεῦσαι κατὰ τῆς Νισίβιδος καὶ εἰς πολιορκίαν αὐτῆς καταστῆναι· ἄπρακτον δὲ καὶ παρὰ δόξαν κατῃσχυμμένον ὑποστρέψαι, Ἰακώβου τοῦ τῆς πόλεως ἐπισκόπου τό τε πρακτέον τοῖς πολίταις εἰσηγουμένου καὶ τῇ πρὸς θεὸν παρρησίᾳ κατὰ τὸ ἀνυπέρβλητον τῆς πόλεως ὑπερμαχεσαμενου.