Ancient Greek
ΕΚ ΤΗΣ ΤΡΙΤΗΣ ΙΣΤΟΡΙΑΣ
Philostorgius, Historia ecclesiastica (fragmenta ap. Photium) 24
Not analysed yet
24. Ὅτι αἱ Ἀλπεις, αἱ τε Σούκεις καλούμεναι καὶ αἱ Ἰουλίαι, δίοδοί εἰσι στεναὶ μεγίστων ὀρῶν ἑκατέρωθεν καὶ ὑφ’ ἓν χωρίον ἐγγὺς τοῦ συμπτύσσεσθαι συγκλειομένων. ἐοίκασι δὲ αἱ δίοδοι αὑται τοῖς ἐν Θερμοπύλαις στενοῖς. ἀλλ’ αἱ μὲν ἱουλίαι Ἄλπεις τὰς Γαλλίας καὶ Ἰταλίας διορίζουσι τῶν ἱλλυριῶν· αἱ δὲ Σούκεις μεταξὺ τῆς Δακίας εἰσὶν καὶ τῆς Θρᾴκης, ἃς καὶ καταλαβεῖν ἐπειγόμενος Οὐετερανίων τὴν ὑπόνοιαν τῆς ἐπαναστάσεως παρέσχε Κωνσταντίῳ.