Ancient Greek
EK ΤΗΣ ΕΒΔΟΜΗΣ ΙΣΤΟΡΙΑΣ
Philostorgius, Historia ecclesiastica (fragmenta ap. Photium) 3-5
Not analysed yet
3. Ὅτι περὶ τῆς εἰκόνος τοῦ σωτῆρος ἡμῶν, ἣν ἡ τῆς αἱμόρρου πίστις ἀμειβομένη τὸν εὐεργέτην ἀνέστησεν, ἱστορῶν φησιν ἀωεστηλῶσθαι μὲν ταύτην κατὰ τὴν πηγὴν τὴν ἔνδον τῆς πόλεως μετὰ καὶ ἑτέρων ἀγαλμάτων, τερπνότητός τι παρέχειν τοῖς φοιτῶσι θέαμα. τῆς δὲ τοῦ σωτῆρος εἰκόνος βοτάνης κατὰ τοὺς πόδας ἀναφυείσης, νοσημάτων μὲν ἁπάντων, μάλιστα δὲ τῆς φθινάδος ἴαμα, καὶ ζητούν- των τὴν αἰτίαν ἐλελήθει γὰρ τῷ χρόνῳ καὶ οὺτινος ἔφερε μορφὴν καὶ ἡ πρᾶξις δἰ ἣν ἀνεστήλωτο· ἐν ὑπαίθρῳ γὰρ καὶ γυμνὸς ἐστώς, ἐπ’ οὐκ ὀλίγον συνεχώσθη τοῦ σώματος, γῆς ἐπ αυτον ἐκ τῶν ὑψηλοτέρων ἀεὶ τόπων έν τοῖς τῶν ὄμβρων μάλιστα καιροῖς ἐπιφερο- μένης, ὐφ' ἦς ἡ τῶν γραμμάτων τῶν ἕκαστα δηλούντων ἠφάνιστο γνῶσις)· τῆς οὖν ζητήσεως ταύτης ἐπιστάσης, ἀνωρύχθη μὲν τιὸ συγκεχωσμένον, εὑρέθη δὲ γράμματα τὴν ἱστορίαν πᾶσαν ἀναδιδάσκοντα. καὶ ἡ πόα μὲν οὐκ ἕτι μετ’ ἐκεῖνον ὤφθη τὸν χρόνον οὔτε ἐκεῖ οὔτε ἀλλαχόθι· τὸν δὲ ἀνδριάνιτα μεταστησάμενοι ἐν τῷ τῆς ἐκκλησίας SittKoviKcp τὰ πρέποντα ἐθεράπευον, σέβοντες μὲν ἢ προσκυ- νοῦντες οὐδαμῶς (οὐ γὰρ ἦν θέμις χαλκὸν ἢ ἄλλην ὕλην προσκυνεῖν), αὐτῶ δὲ τούτῳ, στάσει τε σεμνοτέρᾳ καὶ τῷ μεθ’ ἡδονῆς ἐπιφοιτᾶν τῷ τόπῳ τὸ εἶδος θεασομένους, τὸν περὶ τὸ ἀρχέτυπον πόθον ἐπι- δεικνύμενοι.