Ancient Greek
2 to 1c
Philostorgius, Historia ecclesiastica (fragmenta ap. Photium) 2-7-1c
Not analysed yet
2. Ὅτι Γεώργιον τὸν Ἀλεξανδρείας συνεδρίου, φησί, προκαθεζόμενον καὶ τῷ κατὰ Ἀετίου τόμῳ ὑποσημήνασθαι τοὺς ὁμοδόξους βιαζόμενον, εἰσπηδήσαντες τὸ Ἑλληνικὸν καὶ συλλαβόντες αὐτὸν πολλά τε εἰς τὸ σῶμα ἐνυβρίσαντες, εἶτα πυρὶ παρέδοσαν: φησὶ δ’ ὁ δυσσεβὴς συγγραφεὺς οὗτος καὶ τὴν Ἀθανασίου γνώμην στρατηγῆσαι τῆς πράξεως. ἀλλὰ γάρ, Γεωργίου διαφθαρέντος, τὸν οἰκεῖον θρόνον ὁ Ἀθανάσιος τῶν Ἀλεξανδρέων αὐτὸν ἀσμένως ὑποδεξαμένων, ἀναλαμβάνεται. Εἴπατε τῷ βασιλεῖ· χαμαὶ πέσε δαίδαλος αὐλά. Οὐκέτι Φοῖβος ἔχει καλύβαν, οὐ μάντιδα Οὐ παγὰν λαλέουσαν, ἀπέσβετο καὶ λάλον