Ancient Greek
3b to 6
Philostorgius, Historia ecclesiastica (fragmenta ap. Photium) 3b-6
Not analysed yet
3b. [zu Z. 4 f] Cod. von Cairo 86, Jhrdt XllI, f. 280 r [am Rand des Sokrates II 31, 4: Ἐπεὶ δὲ αὐτὸς (näml. ὁ Ὅσιος) παρῃτεῖτο πληγάς τε καὶ στρεβλώσεις τῷ πρεσβύτῃ προσέφερον· διὸ καὶ ἐξ ἀνάγκης ταῖς τότε (näml. ἐν τῷ Σιρμίῳ) ἐκδοθείσαις καὶ συνέθετο καὶ ὐπέγραψε]: ταὐτό φησι περὶ Ὁσίου καὶ Φιλοστόργιος, πλὴν τὴν ἀνάγκην καὶ τὰς πληγὰς οὐ προστίθησιν. 4a. Suidas s. v. Εὐδόξιος· ἐπίσκοπος Ἀντιοχείας, ἐξ Ἀραβισσοῦ τῆς μικρᾶς Ἀρμενίας. ὁ δὲ πατὴρ αὐτοῦ Καισάριος ἐπὶ Μαξιμιανοῦ κας ἡττώμενον ἡδονῶν, ὅμως θάνατον διαθλῆσαι, καθάρσιόν τε τῶν μολυσμάτων καὶ πρός γε στεφάνους ἀθλητικοὺς ἐπιφέροντα. 5. Ὅτι Εὐδόξιος μέν, φησίν, εἰς διακονίαν Εὐνόμιον προχειρίζεται· ὁ δέ, πρὶν εἰς τὸ ἀκριβέστατον ἐκεῖνον τῆς δόξης ἀνελθεῖν, τὴν λειτουργίαν οὐ δέχεται. 6. Ὅτι, φησίν, Εὐδοξίου τὴν Ἀντιόχειαν ἐγχειρισθέντος, ὁ Ἀγκύρας Βασίλειος ἐδυσχέραινεν· αὐτὸς γὰρ ἐπ’ αὐτὴν εἶχεν τὸ βλέμμα τῇ γνώμῃ στηριζόμενον.