Ancient Greek
EK ΤΗΣ ΤΕΤΑΡΤΗΣ ΙΣΤΟΡΙΑΣ
Philostorgius, Historia ecclesiastica (fragmenta ap. Photium) 4
Not analysed yet
4. Ὅτι, Λεοντίου τοῦ Ἀντιοχείας ἐπισκόπου τελευτήσαντος, Εὐδόξιον, φησίν, ἐκ Γερμανικείας μεταστησάμενοι οἱ ὁμόδοξοι ἐπιβιβάζουσι τῷ θρόνῳ. ὁ δὲ τῆς Ἀρειανῆς μὲν δόξῆς ἦν, πλὴν ἐκ τῶν Ἀστερίου γραμμάτων εἰς τὸ κατ᾿ οὐσίαν ὅμοιον ὑπενήνεκτο. οἱ δὲ συναιρεσιῶται τοῦτον ἀναφέροντες πρὸς τὸ ἑτεροούσιον ἀνῆγον. ἐπιεικῆ δὲ τὸν Εὐδόξιον ὀ Φιλοστόργιος καὶ κόσμιον τὰ ἤθη καὶ τὰ ἄλλα δεξιὸν ἀναγράφων, εἰς δειλίαν ἐκτόπως διαβάλλει· καὶ Ἀραβισσὸν μὲν τῆς μικρᾶς Ἀρμενίας πόλιν πατρίδα λαχεῖν τὸν αὐτοῦ πατέρα Καισάριος ὄνομα αὐτῷ), μαρτυρικὸν δέ, καίτοι τῶν εἰς γυναῖ-