Ancient Greek
EK ΤΩΝ ΕΚΚΛΗΣΙΑΣΤΙΚΩΝ ΙΣΤΟΡΙΩΝ
Philostorgius, Historia ecclesiastica (fragmenta ap. Photium) 6
Not analysed yet
6. Ὂτι τὴν τοῦ μεγάλου Κωνσταντίνου μεταβολὴν ἐκ τῆς Ἑλληνίδος θρησκείας εἰς τὸν Χριστιανισμὸν καὶ οὑτος τοῖς ἄλλοις <συμ> αἰτίαν γενέσθαι ἀναγράφει τὴν κατὰ Μαξεντίου νίκην· καθ’ ἢν καὶ τὸ τοῦ σταυρου σημενῖον κατὰ ἀνατολὰς ἐπὶ μήκιστον ὤφθη διῆκον, αἴγλης αὐτὸν καταπληττούσης διατυπουμένης, καὶ ἀστέρων αὐτὸν κύκλῳ περιθεόντων ἴριδος τρόπῳ καὶ πρὸς γραμμάτων καρακτῆσα ῥυθμιζομένων· τὰ δὲ ἄρα Ῥωμαίων ἔλεγε φωνῇ· »ἐν τοὐτῳ νίκα. «.