Ancient Greek
EK ΤΩΝ ΕΚΚΛΗΣΙΑΣΤΙΚΩΝ ΙΣΤΟΡΙΩΝ
Philostorgius, Historia ecclesiastica (fragmenta ap. Photium) 5
Not analysed yet
5. Ὂτι, φησί, Κωνστάντοις, ὁ τοῦ μεγάλου Κωνσταντίνου πατήρ, κατ' ἀνδραγαθίαν τῶν ἄνω Γαλατιῶν, ἐν αἶς καὶ αἱ καλούμεναι Ἄλπεις, βασιλεὺς ἀπεδείχθη. δυσέμβολα δὲ τὰ χωρία ταῦτα καὶ δυσπρόσοδα· τὰς δὲ Γαλατίας οἱ νῦν Φαλλίας ἐπονομάζουσιν. ἡ δὲ τελευτὴ Κωνστάντίου κατὰ Βρετανία γἐγονεν, τὴν Ἀλουΐωνος καλουμένην. ἐν ᾔ καὶ νοσοῦντα καταλαβὼν αὐτὸν Κωνσταντῖνος ὁ παῖς, φυγὼν παραδόξως τὴν ἐπιβουλὴν Διοκλητιανοῦ, τελευτῶντα ἐκήδευσε, καὶ τῆς βασιλείας κατέστη διάδοχος.