Ancient Greek
EK ΤΗΣ ΔΕΥΤΕΡΑΣ ΙΣΤΟΡΙΑΣ
Philostorgius, Historia ecclesiastica (fragmenta ap. Photium) 7-2
Not analysed yet
7. Ὂτι μετὰ τρεῖς ὂλους ἐνιαυτοὺς φησιν Εὐσέβιον καὶ Μάριν καὶ Θέογνιν ψήφῳ βασιλέως τοῦ Κωνσταντίνου ἐπανόδου τυχόντας, Phot. σύμβολον τε σύμβολον αἱρετικῆς ἐκθεῖναι καὶ πανταχόσε διαπέμψαι ἐπ’ ἀνατροπῇ τῆς ἐν Νικαίᾳ συνόδου· καὶ τὸν Ἀλεξανδρείας Ἀλέξανδρον καθελεῖν τε καὶ ἀποκηρύξασθαι, ἀνθ' ὡν ἐπὶ τὸ ὁμοούσιον παλιντραπέλως ἐπανέστρεφεν· ἀλλὰ καὶ Εὐστάθιον τὸν Ἀντιοχείας, παιδίσκης μῖξιν καὶ αἰσχρᾶς ἡδονῆς ἀπόλαυσιν αἰτίαν ἐπιγραψαμένους· φυγὴν αὐτῷ βασιλεὺς ἐτιμήσατο εἰς τὴν Ἑσπάραν μεθόριον ποιησάμενος. πεντήκοντα δὲ καὶ διακοσίους φησὶν εἶναι τὸ πλήρωμα τοῦ παρανόμου τούτου συνεδρίου, καὶ τὴν Νικομήδειαν αὐτοῖς τῶν παρανομηθέντων ποινσασθαι ἐργαστήριον.