Ancient Greek
Ἐπιστολαί
Philostratus the Athenian, Ἐπιστολαί. Διαλέξεις. ιθ
Not analysed yet
πωλεῖς σεαυτήν· καὶ γὰρ οἱ μισθοφόροι. καὶ παντὸς εἶ τοῦ διδόντος· καὶ γὰρ οἱ κυβερνῆται. οὕτως σου πίνομεν ὡς τῶν ποταμῶν, οὕτως ἁπτόμεθα ὡς τῶν ῥόδων· μὴ δὴ αἰδοῦ τῷ εὐκόλῳ, ἀλλὰ σεμνύνου τῷ ἑτοίμῳ, καὶ γὰρ ὕδωρ πᾶσι πρόκειται καὶ πῦρ οὐχ ἑνὸς καὶ ὁ ἥλιος δημόσιος θεός. τὸ μὲν οἴκημά σου κάλλους ἀκρόπολις, οἱ δὲ ἐσιόντες ἱερεῖς, οἱ δὲ στεφανούμενοι θεωροί, τὸ ἀργύριον φόροι. τῶν ὑπακουόντων ἡδέως βασίλευε καὶ ἔτι προσκυνοῦ.