Ancient Greek · ~3 min
Ἐπιστολαί
Philostratus the Athenian, Ἐπιστολαί. Διαλέξεις. κ
Not analysed yet
καὶ τῷ Διί, ὅτε ἐκοιμᾶτο ἐν τῷ ὄρει τῇ Ἴδῃ, ἄνθη ἀνῆκεν ἡ γῆ λωτόν τε καὶ ὑάκινθον καὶ κρόκον, ῥόδα δὲ οὐ παρῆν, πότερα ὡς μόνης Ἀφροδίτης κτήματα, παρʼ ἧς καὶ ταῦτα ἔδει τὴν Ἥραν δανείσασθαι, καθάπερ καὶ τὸν κεστὸν ἐδανείσατο, ἢ ὡς οὐκ ἂν κοιμηθέντος τοῦ Διός, εἰ καὶ ταῦτα παρῆν, οἱ δὲ ἐδέοντο καὶ καθεύδειν τὸν Δία; ὅταν δὲ πνέῃ ῥόδα, ἀνάγκη δήπου πᾶσα καὶ ἀνθρώποις καὶ θεοῖς ἀγρυπνεῖν ἡδέως, ἡ γὰρ εὐωδία δεινὴ πᾶσαν ἡσυχίαν ἐξοικίσαι. ταῦτα μὲν οὖν ἀφείσθω Ὁμήρῳ καὶ τῇ τῶν ποιητῶν ἐξουσίᾳ, σὺ δὲ ἀγροίκως ἐποίησας μόνη κοιμηθεῖσα ἐν ῥόδοις καὶ σωφρονήσασα ἐν οὐ σώφροσιν. ἢ γὰρ τῶν ἐραστῶν ἐχρῆν σοι συμπαρεῖναί τινα ἢ ἐμὲ ἢ τὸν Δία, πλὴν εἰ μὴ προεθυμήθης, ὦ καλή, τὸν στέφανον τοῖς στέρνοις προσαγαγοῦσα καινῷ μοιχῷ συμπλακῆναι.